58
ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Πῶς γὰρ οὐκ ἀπεστράφη τὰς θείας ἐντολάς, νῶτον αὐταῖς δεδωκώς, «ὁ συντρέχων κλέπτῃ καὶ μετὰ μοιχῶν τιθεὶς τὴν μερίδα ἑαυτοῦ», τὰ αὐτὰ ἐνεργῶν τοῖς παρανομοῦσιν, ἀποστρεφομένοις τό· «Οὐ μοιχεύσεις, οὐ κλέψεις», καὶ τοὺς σὺν τούτοις δοθέντας νόμους. 2.164 Συμβαίνει δὲ παραπαίειν καὶ παραφρονεῖν τοῖς νῶτον δεδωκόσιν τοῖς Θεοῦ λόγοις, ὡς καὶ αὐτὸν τὸν οὗ οἱ λόγοι ἀποστραφῆναι. Ἕκαστος γὰρ τῶν οὕτω μανέντων καὶ παρακοπτόντων, ἀτιμάζει τὸν νομοθέτην Θεόν, παραβαίνων τὰ νομοθετηθέντα, ᾗ φησιν ὁ Ἀπόστολος πρὸς τὸν ψευδῶς καὶ σὺν δόλῳ ἐπιμορφαζόμενον ἔχειν τὴν ἀλήθειαν καὶ φυλάττειν ἃ ἐνομοθέτησε Θεός· «Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις», ὡς λεχθῆναι ὑπ' αὐτοῦ τοῦ ἀτιμαζομένου Θεοῦ πρὸς τοὺς τὴν γνώμην διαστραφέντας ὡς μὴ μόνον εἰς τὰ ὀπίσω ἐκβαλεῖν τοὺς θείους λόγους, ἀλλὰ καὶ αὐτῷ οὗ εἰσιν οἱ λόγοι τὰ νῶτα δοῦναι, χειρίστως ἀποστραφέντας· «Ἐπέστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν», δεὸν πρὸς τὸν πάντων ἀγαθῶν αἴτιον ἔχειν τὸ πεφωτισμένον τοῦ ἔσω ἀνθρώπου πρόσωπον, ὡσαύτως τῷ λεγομένῳ ὑπὸ τοῦ σοφοῦ ᾧ πάντα τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας πεφανέρωται· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ»· καὶ πάλιν· «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.» 2.165 Οὐ μόνον τοῦτο οὐκ ἔπραξαν οἱ ἀλάστορες, ἀλλὰ καὶ νῶτα ἔδειξαν τῷ ἐπισκοποῦντι ἀκοιμήτῳ ὀφθαλμῷ, τὰ ὅλα ὀπίσω τῆς Βαὰλ πορευθέντες καὶ πάσης εἰδωλολατρείας ὡς σέβειν καὶ προσκυνεῖν δαίμονας πονηρούς, τοὺς τοῖς ἀψύχοις ἀγάλμασιν παριδρυμένους, ἡδομένους κνίσῃ καὶ καπνῷ, ποπάνοις τε καὶ λοιβαῖς, καιομένοις ἐπὶ τοῖς παρανόμως καὶ σφόδρα ἀσεβῶς οἰκοδομηθεῖσι βωμοῖς. 2.166 Πόθεν δὲ ὑπῆρκται τοῖς κακοδαίμοσιν τὸ δοῦναι νῶτον παραφρονοῦντα, τὰ ἐπιφερόμενα δηλοῖ· «Ἐβάρυναν γάρ, φησίν, τὰ ὦτα αὐτῶν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τῷ μὴ εἰσακούειν τοῦ θείου νόμου καὶ λόγων ὧν ἐλάλησεν ἐν Πνεύματι αὐτοῦ Κύριος ὁ παντοκράτωρ.» 2.167 Βαρύνει δέ τις τὰ ὦτα ἑαυτοῦ οὐ τὰ τοῦ σώματος, οὐ γὰρ ἐφ' ἡμῖν τοῦτο, ἀλλὰ τὰ τῆς ψυχῆς· προαιρέσει γὰρ βαρύνεται ταῦτα καὶ ὀξυηκοΐαν ἔχει. Ἀποτείνεται γὰρ περί τινων ὁ ὑμνῳδὸς οὕτω λέγων· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη. Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα, ἥτις οὐκ ἀκούσεται φωνὴν ἐπᾴδοντος, φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.» 2.168 Πῶς γὰρ οὐκ ἀνήκοοι καὶ κωφοὶ οἱ βαρύνοντες τὰ ὦτα καὶ βύοντες, οἱ ἀπὸ μήτρας ἠλλοτριωμένοι Θεοῦ, πλανηθέντες τε καὶ ψεύδη λαλήσαντες ἀπὸ γαστρός; Ῥηθείη δὲ ταῦτα κατὰ παίδευσιν ἠθικὴν περὶ τῶν ἀλλοτριωθέντων ἀπὸ μήτρας τῆς τεκούσης αὐτοὺς Ἐκκλησίας καὶ πλανηθέντων ψεύδη τε λαλησάντων ἅμα τῷ προελθεῖν ἀπὸ τῆς γαστρὸς αὐτῆς, βυσάντων κατὰ τὴν ἀσπίδα τὰ ὦτα· πονηρὰ δὲ καὶ ἰώδης δύναμίς ἐστιν. 2.169 Περὶ τῶν τοιούτων ὁ σοφώτατος Ἰωάννης, ὁ ἀγαπώμενος ὑπὸ τοῦ Ἰησοῦ μαθητής, ἐν ᾗ ἐχάραξεν ἁγίᾳ ἐπιστολῇ φησιν· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν.» Ἐκ τῶν γὰρ ἀποστόλων καὶ Χριστοῦ μαθητῶν δοκοῦντες εἶναι, καὶ τὸ αὐτὸ εὐαγγέλιον προσηκάμενοι, καὶ «διὰ λουτροῦ παλιγγενεσίας» γεννηθέντες, ἔξω γέγοναν τῆς τεκούσης ἁγίας μητρὸς καὶ τῶν γεννηθέντων ἐξ αὐτῆς παραμεινάντων ἐν τῷ ἔχειν «τὸ τῆς υἱοθεσίας πνεῦμα». 2.170 Τί δ' ἠκολούθησεν τῇ ἀποστασίᾳ αὐτῶν, ἢ τὸ βύσαι τὰ ὦτα καὶ βαρῦναι αὐτὰ κατὰ τὴν παλαμναίαν ἀσπίδα, μηδαμῶς ἀκούουσαν τῶν ἐπᾳδόντων τοὺς ἱεροὺς τοῦ Θεοῦ λόγους καὶ φάρμακον σκευαζόντων λογικόν, δυνάμενον κατακοιμίσαι καὶ καρῶσαι, ἵνα τιθασσευθεῖσα ἀποβάλῃ τὸν δηλητήριον ἰόν, ὡς νέμεσθαι ἐπὶ τὸ ὄρος τὸ ἅγιον τοῦ Θεοῦ, ἐξεληλυθυίας τῆς μακαρίας καὶ