58
δύναμις ἔτεκε καὶ ἐξέθρεψεν. Προσωποποιεῖ δὲ ταῦτα ἡ χάρις τοῦ πνεύματος διδάσκουσα μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν ἀλλ' εἰδέναι τὸν τῶν ἀγαθῶν χορηγόν. 5Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. Ἀπὸ γὰρ τῶν συμφορῶν τοῦ Τύρου οἱ Αἰγύπτιοι σφ ᾶς αὐτοὺς μεριμνήσουσιν. 6Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύξατε |129 a| οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. Παλαιὰ ἦν Καρχηδονίοις καὶ Τυρίοις φιλία, καὶ τὰ τῆς ἐμπορίας συμβόλαια πρὸς ἀλλήλας αἱ πόλεις ἐποιοῦντο. Οὗ δὴ χάριν καὶ τοῖς Καρχηδονίοις ὀλολύζειν παρακελεύεται. 7Οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ' ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν; ∆ιδάσκει ὁ λόγος τῆς τιμωρίας τὸ δίκαιον. Ὕβρις γάρ, τουτέστι παρανομία καὶ ἀλαζονεία, τῆς πολιορκίας ἡγήσατο. Ἀπάξουσιν αὐτὴν οἱ πόδες αὐτῆς πόρρωθεν εἰς ἀποικίαν. Πόδας αὐτῆς καλεῖ τὴν ὁδὸν αὐτῆς, τουτέστι τῶν βίων τὰ ἐπιτηδεύματα. ∆ιὰ ταῦτα γὰρ ἐγένετο δορυάλωτος. Τοῦτο καὶ ἀλλαχοῦ λέγει ὁ αὐτὸς προφήτης· «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» 8Τίς ταῦτα ἐβουλεύσατο ἐπὶ Τύρον; Τίς ταύτην κατ' αὐτῆς τὴν ψῆφον ἐξήνεγκεν; Μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει; Ἀντὶ τοῦ· Μὴ μικρὰ πόλις ἐστὶ καὶ ὀλίγην ἔχουσα δύναμιν, οὐκ ἀποχρῶσαν τοῖς πολεμίοις ἀνθίστασθαι; Εἶτα δείκνυσιν αὐτῆς τὴν εὐπραξί αν · Οἱ ἔμποροι αὐτῆς ἄρχοντες Χαναάν, καὶ οἱ μεταβόλοι αὐτῆς ἔνδοξοι τῆς γῆς. Καὶ μὴν βασιλικωτά τη πόλις ἐστὶ καὶ πολυθρύλητον τῆς οἰκουμένης ἐμπόριον. Τίς τοίνυν ἡ αἰτία τῶν συμφορῶν; 9Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς. Ἐνδόξους ἐνταῦθα τοὺς ἀλαζόνας καὶ ὑπερηφάνους καλεῖ. Τούτοις γὰρ ἀντιτάσσεται. Οὐ γὰρ τοὺς τῆς ἀρετῆς ἔχοντας κλέος τῆς δόξης γυμνοῖ ἀλλὰ τοὺς τὴν φύσιν ἀγνοοῦντας καὶ ὑπὲρ ταύτην φρονοῦντας. 10Ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. 11Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν παροξύνουσα βασιλεῖς. Παῦσαι ἀπὸ τῆς ἐμπορίας καὶ ἔχου τῆς γεωργίας καὶ ἀντὶ τῆς θαλάσσης ἐργάζου τὴν γῆν. Οὐκέτι γὰρ ἴσως τῆς ἀπὸ θαλάττης ἀφθονίας ἀπολαύσεις οὐδὲ ἐπίφθονος ἔσῃ τοῖς πελάζουσι βασιλεῦσιν. Κύριος Σαβαὼθ ἐντέταλται περὶ Χαναὰν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12Καὶ ἐροῦσιν· Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν παρθένον θυγατέρα Σιδῶνος. Χαναὰν οὐ τὴν φύσιν ἀλλὰ τὸν τρόπον καλεῖ. Καὶ δηλοῖ αὐτὰ τὰ ῥήματα· τῆς γὰρ Τύρου κατηγορῶν κήδεται τῆς Σιδῶνος, ἡ δὲ Σιδὼν π ρω τότοκος τοῦ Χαναάν· «Χαναὰν» γάρ φησιν «ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον.» Ἄξιον δὲ θαυμάσαι τε κ αὶ ὑμνῆσαι τὴν τοῦ δεσπότου φιλανθρωπίαν, ὅτι τῶν δύο πόλεων, καὶ τῆς Τύρου καὶ τῆς Σιδῶνος, τὴν ἀσέ βειαν καὶ τὴν παρανομίαν ἀσπαζομένων τῆς μὲν κατηγορεῖ τῆς δὲ κήδεται, ἐπειδὴ ἡ μὲν Τύρος ἠδίκ ησεν ἀφορμὴν εἰς ἀλαζονείαν τὴν περιφάνειαν ἔχουσα, ἠδικεῖτο δὲ παρ' αὐτῆς ἡ Σιδών· καὶ οὐκ ἀφεώρα ὁ φ ιλάνθρωπος θεὸς εἰς τὴν αὐτῆς ἀσέβειαν ἀλλ' εἰς ἣν ὑπέμεινεν ἀδικίαν. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι· 13καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ὑπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι, ὅτι πέπτωκε τὸ τεῖχος αὐτῆς, ἐθεμελίωσεν αὐτὴν σιίμ, ἔστησεν ἐπάλξεις αὐτῆς, ἐξήγειραν βάρεις αὐτῆς· ὁ τοῖχος αὐτῆς πέπτωκεν. Ὡς τῶν πολεμίων πανταχόθεν προσβαλόντων καὶ παν το δαπῶν αὐτὴν κυκλωσάντων κακῶν ἐρώτησιν αὐτῇ προσάγει· Ποῦ φησι βεβούλευσ αι ἀπελθεῖν ; εἰ ς Κι τιεῖς, τουτέστιν εἰς Κύπρον; Ἀλλ' οὐδὲ ἐκεῖ παῦλαν εὑρήσεις κακῶν. Ῥᾴδιον γὰρ τοῖς ἔχουσι ν αῦ ν, πρ οσ χρ ησα μένοις δυνάμει κἀκεῖθεν ἀγαγεῖν σε καὶ ἀπαγαγεῖν δορυάλωτον. Ἀλλὰ τὴν Βα βυλῶνα καταλαβεῖν ἐβουλεύσω τῇ ἀρχαίᾳ συγγενείᾳ θαρροῦσα; -καὶ γὰρ Νεβρὼδ ὁ ταύτην δείμα ς ἐκ τοῦ Χαναὰν κατάγει τὸ γένος-ἀλλὰ καὶ ταύτην ἔρημον εἰργάσατο τῶν οἰκητόρων ὁ δυσσεβὴς καὶ παρά νομος βίος. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται λέγων· Ἠρήμωται ὑπὸ τῶν Ἀσσυρίων, τουτέστιν .... αὐτῆς καὶ τῆς οἰκείας δυσσεβείας τε καὶ παρανομίας. Πέπτωκε τὸ τεῖχος αὐτῆς, ἀντὶ τοῦ· ἀσφαλείας πάσης γεγύμνωται. Ἐθεμελίωσεν