59
αὐτὴν σιίμ- τὸ σιὶμ γὰρ ὁ Ἀκύλας «ἐξερχομένους» ἡρμ ήνευσεν -, ἀντὶ τοῦ· ἄνωθεν ταύτην ἔλαβε τὴν ἀπόφασιν ὥστε γενέσθαι δορυάλωτος. Καὶ ἡνίκα τὰς ἐπάλξεις καὶ τοὺς περιβόλους ἐδέχετο καὶ τὰς ἔνδοθεν οἰκίας, ταύτην εἶχε τὴν ψῆφον. Ὁ δὲ Σύρος τὸ σιὶμ |129b| «δαιμόνια» ἡρμήνευσεν. Καὶ ἔστιν ἀληθὴς ἡ ἑρμηνεία· εὗρον γὰρ παρὰ τούτῳ τῷ προφήτῃ κείμενον τὸ σιίμ, ἔνθα λέγει· «Καὶ συναντήσει δαιμόνια ὀνοκενταύροις»· τοῦτο τὸ σιὶμ οἱ Ἑβδομήκοντα «δαιμόνια» ἡρμήνευσαν. ∆ῆλοι τοίνυν εἰσὶν ἑκόντες αὐτὸ καταλελοιπότες ἐπὶ τῆς Βαβυλῶνος ἀνερμήνευτον, ἵνα μήτις ὑπολάβῃ δαίμονας τῆς πόλεως γεγενῆσθαι δημιουργούς. ∆ῆλον δὲ ὡς τὴν τῆς πονηρίας οἰκοδομίαν ὁ προφητικὸς λόγος τοῖς δαίμοσιν ἀνατίθησι, δι' ἣν καὶ τὴν ἐρημίαν ἡ πόλις ἐδέξατο. Καὶ γάρ, ὅταν ὁ ἀπόστολος λέγῃ· «Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα», οὐ λίθους νοοῦμεν ἀλλ' εὐσεβεῖς λόγους. Ὁ μέντοι προφήτης πάλιν τῷ ναυτικῷ τῆς Καρχηδόνος ὀλολύζειν παρεγγυήσας προλέγει καὶ τῆς ἐρημίας τῆς Τύρου τὸν χρόνον· 15Καταλειφθήσεται γάρ φησι Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνον βασιλέως ἑνός, ὡς χρόνον ἀνθρώ που. Ἀμέτρητος ἡ τοῦ δεσπότου φιλανθρωπία. Αὐτοὶ γὰρ ἐν πολλαῖς ἐξήμαρτον γενεαῖς, αὐτὸς δὲ περιγράφει τὴν τιμωρίαν μακροβίου βασιλέως ἀρχῇ ἢ ἑνὸς ἀνθρώπου ζωῇ. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρῳ ὡς ᾆσμα πόρνης. 16Λάβε κιθάραν, ῥέμβευσον πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. Τὴν πολλὴν αὐτῆς ἀκολασίαν καὶ ἀκρασίαν ἡ προφητεία διδάσκει· παρακελεύεται γὰρ αὐτῇ τοῖς τῆς εὐημερίας ἐπιτηδεύμασι χρήσασθαι καὶ ἐν αὐτῇ τῇ κακοπραγίᾳ. Εἰρωνικῶς δὲ τοῦτο ποιεῖ διδάσκων τοῦ τοιούτου βίου τὸ βλαβερόν. 17Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Καὶ ταῦτα καταστέλλει τῶν Ἰουδαίων τὸν τῦφον· ὃν γὰρ ὥρισε χρόνον τῇ τῆς Ἱερουσαλὴμ ἐρημίᾳ, καὶ τῇ Τύρῳ διὰ τὴν πολλὴν δέδωκεν ἀγαθότητα, διδάσκων ὡς οὐκ Ἰουδαίων μόνον ἀλλὰ καὶ τῶν ἐθνῶν ἐστι θεός· «Αὐτοῦ γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» 18Καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγια τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται οὐδὲ ἀποτεθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου ἔσται πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου. Τό· εἰς συμβολήν, ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων «εἰς τὸ περιβαλέσθαι» ἡρμήνευσαν, ὁ δὲ Ἀκύλας «ἐσθῆτα». ∆ηλοῖ δὲ ὁ λόγος τὴν πολλὴν ἐπὶ τὰ κρείττω τῆς Τύρου μεταβολήν· τὴν γὰρ παρανόμως καὶ δυσσεβῶς πάλαι πολιτευομένην ἔφη προσοίσειν τῆς ἐμπορίας τὰ κέρδη τοῖς ἐσχολακόσι τῇ τοῦ θεοῦ θερα πείᾳ , ὥστε αὐτοὺς ἐκ τούτων καὶ τῆς τροφῆς τὴν χρείαν καὶ τὴν περιβολὴν ἔχειν. Ταῦτά τινες ἔφασαν μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον γεγενῆσθαι, τῶν Τυρίων τοῖς ἐν Ἱεροσολύμοις ἱερεῦσι ταῦτα προσ φερόντων τὰ δῶρα· τινὲς δὲ εἰρήκασι τὸν Γὼγ καὶ Μαγὼγ τὴν Τύρον πεπορθηκότας κατὰ τῆς Ἱερουσαλὴμ ὁρμῆ σαι, εἶτα ἐκεῖ θεηλάτῳ πληγῇ καταλῦσαι τὸν βίον, τὸν δὲ ὑπ' ἐκείνων συναθροισθέντα πλοῦτον ἀνατεθῆ ναι τῷ τῶν ὅλων θεῷ. Ἐγὼ δὲ ὁρῶν τῆς προφη τείας τὸ τέλος πολλῶν οὐ δέομαι λογισμῶν· μάρτυρες γὰρ τῆς ἀληθείας οἱ ὀφθαλμοί. Τὰ γὰρ λαμπρὰ καὶ περίβλεπτα κ αὶ πολυτάλαντα δαιμόνων τε μένη, ἃ οἱ παλαιοὶ τῆς Τύρου κατεσκεύασαν βασιλεῖς, ταῦτα .................. ..... καὶ θείους ἐκ τούτων σηκοὺς οἱ τῆς εὐσεβείας κατεσκεύασαν ἱ ερεῖ ς. Ὁρῶ μεν δὲ καὶ μέχρι τῆς τ ήμερον πολλὰ παρὰ πάντων δῶρα προσφερόμενα τῷ θεῷ, καὶ τὰ κτήματα δέ, ἐξ ὧν οἱ τοῦ θείου ἱερεῖς καὶ τρέ φ ονται καὶ περιβάλλονται, τὰ μέν τινες ἔτι ζῶντες τὰ δὲ τε τελευ τηκότες ἀνέθηκαν τῷ θεῷ. Μαρτυρ εῖ τοίνυν τῇ προφητείᾳ τῶν πραγμάτων ἡ θεωρία. Ὁ μέντοι προφητικὸς λόγος ἐνταῦθα συμπεράνας τῆς Τύρου τὴν πρόρρησιν τὰ πᾶσιν ἀνθρώποις συμβησόμενα προθεσπίζει· 241Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ