1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

60

ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. ∆ιπλῆν ὁ λόγος ἔχει τὴν προφητείαν· σημαίνει γὰρ καὶ τὰ κατὰ διαφόρους καιροὺς ἐν τοῖς πολέμοις γιγνόμενα καὶ τὰ ἐν τῇ συντελείᾳ τοῦ παρόντος ἐσόμενα αἰῶνος. 2Καὶ ἔσται |130 a| ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία καὶ ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει. Ταῦτα κυρίως μὲν καὶ ἀληθῶς μετὰ τὴν ἀνάστασιν ἔσται· τότε γὰρ μεταβάλλεται τοῦ παρόντος βίου τὸ σχῆμα καὶ παύεται μὲν ἡ τῶν ἀξιωμάτων διαφορά, ἀντεισάγεται δὲ ἡ τῆς ἀρετῆς καὶ τῆς κακίας διαφορά, καὶ πολλάκις ἱερεῖς παρανομίᾳ συζήσαντες τιμωρίᾳ παρα δοθήσονται, τινὲς δὲ εἰς τὸν τοῦ λαοῦ τελοῦντες κατάλογον εἰς τὸ ἐκείνων μεταβήσονται τάγμα, καὶ οἰκέται μὲν συνα ριθμήσονται τοῖς σῳζομένοις, δεσπόται δὲ τοῖς κολαζομένοις· οὕτως ὁ Λάζαρος ἐνδιῃτᾶτο τοῖς κόλποις τοῦ Ἀβραάμ, ὁ δὲ πλούσιος κατεφλέγετο. Ἀλλ' ὅμως καὶ ἐν τοῖς πολέμοις ταὐτὸ τοῦτο ἔστιν ἰδεῖν γιγνόμενον· οὐκ ἴσασι γὰρ οἱ πολέμιοι δούλου καὶ δεσπότου διαφοράν, οὐκ εὐγενοῦς τε καὶ δυσγενοῦς, ἀλλὰ πᾶσιν ὁμοίως ἐπιφέρουσι τὸν τῆς δουλείας ζυγόν. Εἶτα πάλιν προειρηκὼς τὴν ἀπὸ τῆς θείας ψήφου ἐσομένην τῆς οἰκουμένης διαφ<θ>ορὰν καὶ τῶν ἐπὶ πλούτῳ καὶ δυνάμει γαυριώντων τὰς ὀλοφύρσεις, ἐπήγαγεν· 5Ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας ἐν αὐτῇ, διότι παρῆλθον τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διεσκέδασαν δια θήκην αἰώνιον. Ἐπειδὴ γὰρ ἡ γῆ ἄλογός τε καὶ ἄψυχος, εἰκότως ἐδίδαξεν ὡς οἱ οἰκήτορες αὐτὴν ἀνομίας ἐνέπλησαν. Νόμον δὲ καὶ προστάγματα οὐ μόνον τὸν Μωυσέως λέγει ἀλλὰ καὶ τὸν ἄνωθεν ἐν τῇ φύσει γραφέντα. Αὐτοδίδακτος γὰρ τῆς τῶν ἀγαθῶν καὶ τῶν κακῶν διαφορᾶς ἡ φύσις τῶν ἀνθρώπων· καὶ μαρτυροῦμεν ἀγαθῶν μὲν ἀπολαύειν βουλό μενοι, παραιτούμενοι δὲ πάσχειν κακῶς. Τοῦτο καὶ ὁ θεσπέσιος ἡμᾶς ἀπόστολος ἐξεπαίδευσεν· «Ὅταν γάρ» φησιν «ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος.» 6∆ιὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἥμαρτον οἱ κατοι κοῦντες ἐν αὐτῇ. Τοῦτο καὶ νῦν ὁρῶμεν γιγνόμενον· ἀκρίδος γὰρ ἐμβολὴ καὶ ἐρυσίβης ψεκάδες καὶ χαλάζης σφενδόναι καὶ ὄμβρων ὑπερβολή τε καὶ ἔνδεια καὶ φυτοῖς ἐπιφέρεται καὶ ληίοις διὰ τὴν ἡμετέραν παρανομίαν. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος. 7Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. 8Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος δυσ σεβῶν, πέπαυται φωνὴ κιθάρας. 9Ἠσχύνθησαν καὶ οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν αὐτό. 10Ἠρημώθη πᾶσα πόλις, κλεισθήσονται αἱ οἰκίαι τοῦ μὴ εἰσελθεῖν. Ἐπειδὴ γὰρ εἰς τρυφὴν ἐξώκειλε τῶν ἀνθρώπων ἡ φύσις, τοῖς ἐναντίοις θεραπεύεται φαρμάκοις· τῇ ἐνδείᾳ ἡ εὐπορία, τῇ τῆς γῆς ἀκαρπίᾳ τὰ ἐκ τῆς πολυκαρπίας σκιρτήματα, τῇ τῶν πόλεων ἐρημίᾳ ἡ τῶν οἰκητόρων ἀταξία. Εἶτα πάλιν παρακελεύεται τοῖς τῇ γαστ ρὶ τὴν εὐδαιμονίαν μετροῦσι θρηνεῖν τοῦ οἴνου τὴν ἔνδειαν καὶ τὴν παῦλαν τῆς εὐφροσύνης καὶ τὰς τῶν πό λεων ἐρημίας καὶ τῶν οἰκητόρων τὸ ἀοίκητον. Ἔπειτα εἰκό να τῶν ἀπολλυμένων προτίθησιν. 13Ὃν τρόπον ἐάν τις καλαμᾶται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς. Καὶ ἐὰν παύσηται ὁ τρύγητος, 14οὗτοι φωνῇ βοήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ὑμνοῦντες τὸν ἐνδοξασμὸν τοῦ κυρίου ἅμα. Ταῦτα ὁ Σύμ μαχος οὕτως ἡρμήνευσεν· «Ὡς καλαμητὸς ἐλαίας, ὡς ἐπιφυλλίδες, ὅταν συντελεσθῇ τρύγητος. Οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, ἀγαλλιάσονται ἐν τῷ δοξασθῆναι κύριον.» Ταύτης τῆς παραβολῆς καὶ ἐν τοῖς κατὰ τ ῆς ∆αμασκοῦ ἐμνημόνευσ ε καὶ εἶπέ τινας ὑπολειφθῆναι ὡς «καλάμην ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥᾶγας ἐλαίας δύο ἢ τρεῖς ἢ τέσσαρας ἢ πέντε ἐπ' ἄκρου μετεώρου». Καὶ ἐνταῦθα δείκνυσι τοὺς μὲν ἀπολλυμένους, τοὺς δὲ ὑπολοίπους καὶ τῆς σωτηρίας ἀπολαύοντας καὶ τὸν εὐεργέτην ὑμνοῦντας θεόν. Εὕροι δ' ἄν τις καὶ ἐν τῷ καιρῷ τῆς συντελείας τοῦτο ἐσόμενον· «∆ύο» γάρ φησιν «εὑρεθήσονται ἐπὶ τῆς