1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

62

ἀπέστρεψας τὸν θυμόν σου καὶ ἐλέησάς με.» 2.197 Ἡ οὕτω ὠφεληθεῖσα ψυχὴ ὑμνεῖ τὸν κακώσει περιβαλόντα φάσκουσα· «Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου, ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι τὴν κρίσιν μου, καὶ ἀποίσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς. Ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με· Ποῦ Κύριος ὁ Θεός σου; Οἱ ὀφθαλμοί μου ὄψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα.» 2.198 Ἡ τοσαύτην φορὰν ἀγαθῶν ἀγαγοῦσα ὀργὴ Κυρίου, οὐ βλαπτική, ἀλλ' ὠφελητικὴ τυγχάνει, ὑπὸ ἰατροῦ τῶν ψυχῶν «πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύοντος» ἐπιστημονικῶς ἐπαγομένη. Πῶς γὰρ οὐ σωτηριῶδες τὸ ἐξαχθῆναι εἰς τὸ φῶς τὸν ᾧ ὠργίσθη ὁ ἵλεω Θεός, ὡς λοιπὸν θεάσασθαι τὴν ἐχθραίνουσαν πονηρὰν δύναμιν αἰσχύνῃ ὑποπεσοῦσαν, περιβεβλημένην αὐτὴν διὰ τὸ εἰς καταπάτημα γεγονέναι; 2.199 Ὅτι δὲ ἐπιστήμονος ἰατροῦ δίκην ἐπιφέρει ὁ πάντων ἀγαθῶν αἴτιος τὰ ἀηδῆ καὶ ἐπίπονα, ὁ προφήτης θεολογῶν φάσκει· «Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ.» Εἰ ἕνεκα τοῦ μὴ ἀθετηθῆναι τὸν λόγον τοῦ μόνου σοφοῦ Θεοῦ ἐπάγεται τὰ κακωτικά, οὐ πάθος ἢ τροπὴ ἡ ἐπακτικὴ τούτων ὀργὴ Θεοῦ. Παρίσταται ὡς οὐκ ὄρεξις τιμωρίας ἐστὶν ἡ τοῦ μόνου ἵλεω ὀργὴ καὶ ἐκ τοῦ λεγομένου πρὸς τοῦ ἱεροφάντου Μωϋσέως πρὸς τὸν δοξολογούμενον ἐν ἐπινικίῳ ᾠδῇ κατὰ Φαραὼ καὶ τῆς στρατιᾶς αὐτοῦ· «Ἐξαπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.» 2.200 Ὀργὴ δ' ἐξαποστελλομένη ἵνα καταφάγῃ τοὺς δι' ἀκαρπίαν ἀποδειχθέντας καλάμην, οὐκ ἔστιν ὄρεξις παθητικὴ ἔχουσα τὸ εἶναι ἐν τῷ ἀγανακτοῦντι, ἀφανιζομένη ὅταν ἔξω γένηται τοῦ ὀργιζομένου· διὸ ἡ ἐκπεμπομένη οὐ πάθος ἐστίν, ἀλλ' ἐπίπονος ἀγωγή. 2.201 Τῆς μεγάλης ὀργῆς παρὰ Κυρίου παντοκράτορος γεναμένης, ἑξῆς ἡ αἰτία ἀποδίδοται· «Ἔσται γάρ, φησίν, ὃν τρόπον οὐκ ἤκουσαν αὐτοῦ, παραβαίνοντες αὐτοῦ τὸν νόμον, ἐκβαλόντες τοὺς λόγους αὐτοῦ εἰς τὰ ὀπίσω, οὕτω κεκράξονται κακώσει ὑποπεσόντες καὶ οὐκ εἰσακούσομαι αὐτῶν, λέγει Κύριος παντοκράτωρ.» Παραπλησίως τούτῳ λέγεται ἐν τῇ Μωϋσέως γραφῇ ὑπὸ τοῦ δικαίου κριτοῦ· «Αὐτοὶ ἐπορεύθησαν πρὸς ἐμὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς αὐτοὺς ἐν θυμῷ πλαγίῳ.» 2.202 Τί δὲ πείσονται οἱ ὀργῇ μεγάλῃ ὑποπεσόντες; «Ἐκβαλῶ, φησίν, αὐτοὺς εἰς τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν», πεῖραν τῆς ἀγριότητος καὶ ὠμότητος αὐτῶν οὐκ ἐσχηκότες· Ἀσσύριοι δὲ καὶ Βαβυλώνιοι καὶ ὅσοι ἄλλοι βάρβαροι οἷς ὁ Ἰσραὴλ ἁμαρτάνων καὶ ἀσεβῶν παραδέδοται, ὑποπεσὼν ταῖς χερσὶν αὐτῶν νόμῳ αἰχμαλωσίας. 2.203 Πρὸς τοῖς οὕτως ἔχουσιν ἀνθρώποις δι' ὠμότητα καὶ θηριωδίαν, καὶ ἄσαρκοι ἀντικείμεναι δυνάμεις, ἀπανθρώπως ἐξηγριωμέναι κατὰ τῶν ἑαλωκότων αἰχμαλώτων, Ἀσσύριοι καὶ Βαβυλώνιοι Αἰγύπτιοί τε κατ' ἀναγωγὴν τυγχάνουσιν. Οὐ γὰρ θνητοὶ Ἀσσύριοί εἰσιν ὧν ἄρχει ὁ καλούμενος νοῦς μέγας, περὶ οὗ γέγραπται ἐν Ἠσαΐᾳ· «Ἐπάξει Κύριος ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων.» 2.204 Περὶ τούτου καὶ ἐν τῷ Ναοὺμ τῷ προφήτῃ εἴρηται, -ἕβδομος δὲ τῶν ∆ώδεκα οὗτος-· «Οὐαὶ αὐτοῖς· ὅτι ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμησεν τοὺς δυνάστας σου.» Μέγας δὲ νοῦς προσηγόρευται ὁ τῶν Ἀσσυρίων βασιλεὺς διὰ κακεντρέχειαν καὶ δεινότητα πανουργευμάτων, ὡς μὴ πολλοὺς φωρᾶν αὐτοῦ τὰς μεθοδείας, ἢ μόνους τοὺς δυναμένους εἰπεῖν· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν», ἀλλὰ καταλαμβάνειν καὶ διελέγχειν αὐτὰ δυνάμε̣θ̣α. 2.205 Οὕτω γὰρ καὶ τοῦ ὑπηρέτου αὐτοῦ Ἐλύμα τοῦ μάγου φωράσας τὸν σοφιστικὸν τρόπον ὁ μὴ ἀγνοῶν τὰ νοήματα τοῦ διαβόλου, ἰσχυρῶς τὸν ἔλεγχον προσάγων εἶπεν· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσει διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;» Οὗτος ὁ κρατῶν καὶ βασιλεύων νοῦς μέγας τῶν κατὰ