62
καθειρχθήσονται τὸ ἀφωρισμένον τοῖς κολαζομένοις χωρίον. ∆ιὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. Πολλῆς γάρ φησι καὶ ἐπὶ πλεῖστον μακροθυμίας ἀπέλαυσαν. 23Καὶ τακήσεται ἡ πλίνθος, τὸ γήινον φρόνημα. Καὶ πεσεῖται τὸ τεῖχος, ἡ νομιζομένη τῶν ἐν δυναστείαις ἀσφάλεια. Καὶ ἐντραπήσεται ἡ σελήνη, καὶ αἰσχυνθήσεται ὁ ἥλιος, τῶν ἀσεβῶν ἡ πολύθεος πλάνη. Ἐπειδὴ γὰρ πᾶσαν τὴν κτίσιν ἐθεοποίησαν, ἀπὸ τῶν λαμπροτάτων μορίων τῆς κτίσεως ὑπέδειξε τὴν παντελῆ τῆς πλάνης κατάλυσιν. Οὐδὲ γὰρ αὐτὰ τὰ στοιχεῖα λέγει καταισχυνθήσεσθαι τὰ ἄψυχά τε καὶ ἄλογα ἀλλὰ τοὺς ταῦτα θεοποιήσαντας. Ὅθεν ἐπήγαγεν· Ὅτι βασιλεύσει κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται. Σιὼν καὶ |131 a| Ἱερουσαλὴμ τὴν ἐπουράνιον λέγει. «Προσελη λύθατε» γάρ φησιν ὁ θεῖος ἀπόστολος «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἐν ἐκείνῃ τοίνυν τῇ πόλει δεικνυμένης τῆς τοῦ θεοῦ βασιλείας αἰσχυν θήσονται οἱ λατρεύσαντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ταῦτα πάλαι προδιδαχθεὶς ὁ προφήτης ὕμνον ὑφαίνει τῷ ταῦτα ποιοῦντι θεῷ καί φησιν. 251Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Ἄνωθεν γὰρ ταῦτα προώρισας, νῦν δὲ αὐτὰ διὰ πραγμάτων ἐδήλωσας. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος· «Τὸ μυστήριόν» φησι «τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι», καὶ πάλιν· «Λαλοῦμεν σοφίαν θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν», καὶ αὖθις· «Ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ», καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· «∆εῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῦτο καὶ ὁ προφήτης ἔφη· Ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Γένοιτο κύριε, τουτέστι· τῶν εἰρημένων τὸ τέλος. 2Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυράς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. Ἤλεγξάς φησι καὶ τῶν ἀνθρωπείων πραγμάτων τὸ πρόσκαιρον καὶ τὸ σὸν ἔδειξας κράτος. Ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Καθολικῶς μὲν ὁ λόγος εἴρηται, δοκεῖ δέ μοι καὶ τὴν Ἱερουσαλὴμ αἰνίττεσθαι κατὰ τὴν τοῦ κυρίου φωνὴν τὴν λέγουσαν· «Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.» 3∆ιὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων φοβουμένων σε εὐλογήσουσί σε. Λαὸν πτωχὸν τὸν εὐσεβῆ καλεῖ τὸν μετρίῳ φρονήματι χρώμενον· τοῦτον γὰρ καὶ ὁ κύριος μακαρίζει, «Μακάριοι» λέγων «οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» ∆ιὰ δὲ τῶν πόλεων τῶν ἀδικουμένων μὲν ὑπ' ἀνθρώπων τὸν δὲ θεὸν φοβουμένων τὴν ἀποστολικὴν πολιτείαν ᾐνίξατο· τούτους γὰρ πάλιν μακαρίζων ὁ κύριος ἔλεγεν· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» 4Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψών των καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. Πᾶσι τὰ κατάλληλα προσφέρει· τοῖς ἀδικουμένοις βοήθειαν, τοῖς ἀθυμοῦσι ψυχαγωγίαν, πᾶσι τοῖς δεομένοις τὴν χρείαν. 5Ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν ἀπὸ ἀνθρώπων πονηρῶν οἷς ἡμᾶς παρέδωκας. Ὡς ἐκ τοῦ ἀποστολικοῦ ταῦτα λέγει χοροῦ· ∆ιψῶμεν τὴν ἐπουράνιον Σιὼν καὶ ἀπαλλαγῆναι τῶν δυσσεβῶν ἀνθρώπων ἀντιβολοῦμεν, οἷς ἡμᾶς εἰς γυμνασίαν καὶ δοκιμασίαν ἐξέδωκας. Καύσων ἐν σκέπῃ νέφους κληματίδα ἰσχυρῶν ταπεινώσει. Ταῦτα μετὰ ἀστερίσκων πρόσ κειται. ∆ιδάσκει δὲ ὅτι φλογμὸς ἡλίου μετὰ νέφους γιγνόμενος καὶ τὰς ἰσχυρὰς καὶ τεθηλυίας κληματίδας ξηραίνει. Συνῆπται δὲ ἡ διάνοια τῷ πρὸ τούτου ῥη τῷ . Ὀλιγοψυχοῦμέν φησι καὶ τὴν ἐπουράνιον διψῶμεν Σιών· πολλὰ γὰρ ἡμῖν πανταχόθεν προσβάλλει δεινά, καὶ τὸ μὲν σὸν κρύπτεται φῶς, τὸ δὲ τῶν διωκόντων ἐπικείμενον νέφος ἱκανόν ἐστι