1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

63

ἀλληγορίαν Ἀσσυρίων, κατ' ἄλλην ἐπίνοιαν πονηρίας κρατεῖ Βαβυλωνίων, καὶ καθ' ἑτέραν Αἰγυπτίων, τῶν κατὰ ἀναγωγὴν πνευματικῶς Αἰγυπτίων καὶ Βαβυλωνίων ὄντων. 2.206 Εἰς τὰ οὕτω ἔθνη γενάμενα ἐκβάλλει ὁ προνοήτης τοὺς παραδιδομένους αὐτοῖς· ἔσω γὰρ μένοντες τῶν θείων νόμων, ἐσωτερικῶς νοοῦντες καὶ τηροῦντες αὐτούς, οὐκ ἐξεβάλλοντο, τοῦτο παθόντες ὅθ' εἵλαντο καὶ ἔπραξαν τὰ αἴτια τοῦ ἐκβληθῆναι καὶ παραδοθῆναι· 2.207 ἃ ἡρμήνευσεν ὁ Ἀπόστολος πολυτρόπως, ὁτὲ μὲν γράφων· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν», 2.208 ὁτὲ δέ· «Οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· διὰ τοῦτο παρέδωκεν αὐτοὺς πάθεσιν ἀτιμίας, τοῦ ἀτιμάζεσθαι τὸ σῶμα αὐτῶν ἐν αὐτοῖς, ὡς τοὺς ἄρρενας αὐτῶν κατ' ἀλλήλων αἰσχρῶς καὶ ἀκολάστως ἐμμαίνεσθαι, ἄρσενες ἐν ἄρσεσιν τὴν αἰσχύνην κατεργαζομένους· ὡσαύτως καὶ αἱ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας εἰς τὴν παρὰ φύσιν.» 2.209 Τρίτην δὲ παράδοσιν ἔσχον «οἱ παραδοθέντες εἰς ἀδόκιμον νοῦν διὰ τὸ μὴ δεδοκιμακέναι ἔχειν τὸν Θεὸν ἐν ἐπιγνώσει», ὡς ἀκολουθῆσαι τὸ «πεπληρῶσθαι αὐτοὺς πάσης κακίας» καὶ τῶν εἰδῶν αὐτῆς, ὧν κατέλεξεν ἑξῆς ὁ γράψας τὴν ἐπιστολὴν Ἀπόστολος. 2.210 Ταῖς αὐταῖς ταύταις παραδόσεσιν ὑπέπεσαν οἱ ἐκβεβλημένοι εἰς τὰ ἔθνη, διὰ τὴν γεναμένην ἐπ' αὐτοὺς ὀργὴν μεγάλην παρὰ Κυρίου παντοκράτορος. Εἰς ἔθνη δὲ ἀλλότρια ἃ οὐκ ἔγνωσάν ποτε διὰ πείρας παρεδόθησαν. 2.211 Ἐκβληθέντες οἱ καθ' ὧν ἡ μεγάλη ὀργὴ γέγονεν εἰς πάντα ἃ οὐκ ἔγνωσαν ἔθνη, ἐξόπισθεν αὐτῶν ἡ γῆ ἠφανίσθη, μετοικισθέντων ἐξ αὐτῆς, ὡς μὴ εἶναι διοδεύοντα ἢ ἀναστρέφοντα ἄνθρωπον. Ἀνθρώπου δὲ μηκέτ' ὄντος ἐπ' αὐτῆς, καὶ ἀπὸ πάσης φυτείας ἠφανίσθη, οὐ χλοηφορούσης ἔτι, οὐ δενδρικῆς φυτείας οὔσης, ᾧ ἠκολούθησεν καὶ τὸ ζῴων ἀγέλας μηκέτ' εἶναι ἐπ' αὐτῆς. Ἐπιτείνει δὲ ἡ κακοπραγία, ὅτι εἰς χέρσον ἐτάχθη ἥ ποτε ἐκλεκτὴ γῆ τυγχάνουσα διὰ τὸ «ῥεῖν γάλα καὶ μέλι». 2.212 Πρὸς τῇ ἱστορίᾳ, κατ' ἀλληγορίαν ἡ ἀγαθὴ καρδία καὶ καλὴ γῆ ἠφανίσθη μεταπεσοῦσα ἐκ τοῦ ἀγαθὰ φέρειν γενήματα εἰς τὸ ἀκανθοφορεῖν καὶ τριβόλους φέρειν καὶ ζιζάνια, ὥστε μηκέτι εἶναι ἐπ' αὐτῆς διοδεύοντα λογισμὸν ὀρθόν, μηδ' ἀναστρέφοντα ἐπ' αὐτήν, ἐπείπερ ἐτάχθη εἰς ἀφανισμόν, καίπερ ἐκλεκτὴ πρότερον οὖσα, οἰκήτορας ἔχουσα καὶ γεωργοὺς καὶ ποιμένας. 2.213 Ῥηθείη καὶ πρὸς τροπολογίαν τάδε· τὸ σῶμα ἡμῶν γῆ ἐκλεκτὴ τυγχάνει, ἔχον σωφροσύνην καὶ ἁγνείαν, ὡς διοδεύειν καὶ ἀναστρέφειν ἐπ' αὐτὴν σώφρονας καὶ κοσμίους τρόπους, διὰ τὸ καρποφορεῖν τὰ ἁγνείας γενήματα καὶ καρποὺς ἐδωδίμους οὓς φέρουσιν τὰ τῆς ἀρετῆς δένδρα. 2.214 Συμβαίνει ποτὲ ἐξ ἐπιτεταμένης κακίας, ταχθῆναι εἰς ἀφανισμὸν καὶ ἐρήμωσιν τὴν δι' ἁγνείαν ἐκλεκτὴν γῆν· ὃ ἀπέστω παντὸς τοῦ τελείαν ἀγαμίαν ἐπανελομένου ἵν' ἀρέσῃ τῷ Θεῷ, ἐκλεκτὴν φυλάξας τὴν ἑαυτοῦ γῆν, ἥπερ ἐστὶν ἡ νεκρωθεῖσα ἐπαινετῶς σάρξ, «τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρουσα». 2.215 Κατὰ τὴν διττὴν ἀναγωγήν, τὴν τροπικὴν καὶ ἀλληγορικήν, ἡ ἐκλογῆς ἀξία γῆ ῥεῖ γάλα καὶ μέλι, ἐξ ὧν τροφὴ καὶ εὐωχία νοητὴ συνίσταται, γινομένου τοῦ μέλιτος ἐκ τῆς προτιμησάσης τὴν σοφίαν τοῦ Θεοῦ μελίττης, κατὰ τὸ παροιμιῶδες λόγιον προστάττον ὧδε τῷ φιλεργῷ· «Πορεύθητι πρὸς τὴν μέλιτταν καὶ μάθε ὡς ἐργάτις ἐστίν· τὴν σοφίαν τιμήσασα προήχθη, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ποθεινὴ δέ ἐστιν καὶ ἐπίδοξος.» Σὺν τούτῳ τῷ γλυκασμῷ καὶ γάλα ῥεῖ ἡ ἁγία γῆ, ὅπερ τοὺς ἐν Χριστῷ νηπίους ποτίζει ὁ Ἀπόστολος. 2.216 Ἀμφότερα ταῦτα ἡ ἁγία τοῦ Θεοῦ Λόγου νύμφη ὑπὸ τὸν ἑαυτῆς