63
δαπανῆσαι τὴν νοτίδα τῆς πίστεως. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ θειοτάτου ἀποστόλου εἰρημένα· «Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατάν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ. Καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται», καὶ πάλιν· «Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.» Ἐντεῦθεν πά λιν ὁ προφήτης προθεσπίζει τὴν δοθεῖσαν τοῖς ἔθνεσι μυστικὴν δωρεάν· 6Καὶ ποιήσει κύριος ὁ θεὸς Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πότον λιπασ μάτων, πότον τρυγιῶν· πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. 7Καὶ παραδοθήσονται ἐν τῷ ὄρει τούτῳ παραδόσει καὶ καταπίεται ἐν τῷ ὄρει τούτῳ. Ὄρος καλεῖ τῆς θεογνωσίας τὸ ὕψος· τοῦτο γὰρ καὶ ἐν τοῖς προειρημένοις ἐδείξαμεν. Τῶν δὲ τῆς θεογνω σίας μυστηρίων σύμβολα τὰ προειρημένα. Συνῆπται δὲ τούτοις ἡ εὐφροσύνη· τῶν θεοσδότων γὰρ πότ ων τούτων ἅπαντα μεταλήψεσθαι προλέγει τὰ ἔθνη. Καὶ συμφωνεῖ τοῖς ὑπὸ τοῦ δεσπότου πρὸς τοὺς ἱεροὺς |131 b| ἀποστόλους εἰρημένοις· «Πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» Ταῦτα τὰ ἔθνη καὶ τῷ ὄρει λέγει παραδοθήσεσθαι, τουτέστι τῇ τῆς θεογνωσίας διδασκαλίᾳ. Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Οὐ γάρ, ὥσπερ τὸν νόμον μόνοις δέδωκεν Ἰουδαίοις, οὕτω καὶ τὴν καινὴν διαθήκην μόνοις αὐτοῖς παρέσχεν, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι τὴν ἐντεῦθεν φυομένην προὔθηκε σωτηρίαν. Εἶτα, ἐπειδὴ συμβαίνει τοὺς ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστήριον καὶ μετὰ τὴν ἀπόλαυσιν τοῦ θείου βαπτίσματος ὁρῶντας κρατοῦντα τὸν θάνατον ἀπιστεῖν τῇ δυνάμει τῆς χάριτος, ἐπήγαγεν· 8Κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἡμεῖς φησι δεδώκαμεν τῷ θανάτῳ τὴν ἰσχὺν διὰ τῆς ἁμαρτίας. Καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Ἀλλ' ἀγαθότητι κυβερ νῶν τὰ καθ' ἡμᾶς ὁ δεσπότης κατέλυσε μὲν τὸν θάνατον, ἔπαυσε δὲ τὰ ἐπὶ τοῖς τελευτῶσι γιγνόμενα δάκρυα, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ τὰ τῆς ἁμαρτίας περιεῖλεν ὀνείδη. Ταῦτα δὲ οὐκ ἐγώ φησιν ἐφθεγξάμην ἀλλ' αὐτὸς δι' ἐμοῦ τῶν ὅλων ὁ κύριος. 9Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίζομεν καὶ ἠγαλ λιώμεθα, καὶ σώσει ἡμᾶς, οὗτος κύριος, ὑπεμείναμεν αὐτῷ· καὶ ἀγαλλιασόμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 10Ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Οἱ τῆς σωτηρίας τετυχηκότες τῶν ἐλπιζομένων ἀγαθῶν τὸ τέλος ὁρῶντες τοῦτον τῷ σεσωκότι τὸν ὕμνον προσφέρουσιν. Οὗτός φησι τῆς ὑπομονῆς ὁ καρπός· εὐφροσύνη καὶ θυμηδία τέλος οὐκ ἔχουσα. Τούτους ἀπὸ τοῦδε τοῦ ὄρους ἐδρεψάμεθα τοὺς καρπούς, τουτέστι τῆς εὐσεβείας. Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ἐν τῷ τόπῳ αὐτῆς, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 11καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ ὡς ἁπλοῖ ὁ λουόμενος εἰς τὸ κολυμβῆσαι. Τῆς πολυθεΐας τὴν πλάνην καὶ τὸν τούτων διδάσκαλον διὰ τούτων ᾐνίξατο· τοῦτο γὰρ καὶ διὰ τοῦ Βαλαὰμ ἡ χάρις τοῦ πνεύματος προηγόρευσεν· «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἐξεγερθήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας τοὺς υἱοὺς Σήθ.» Ἀρχηγοὶ δὲ Μωὰβ Χαμὼς καὶ Βεελφεγὼρ καὶ τἆλλα εἴδωλα· διὰ τούτων τοίνυν τῆς τῶν εἰδώλων πλάνης τὴν παῦλαν δεδήλωκεν· διὰ δὲ τῶν υἱῶν Σὴθ πάντων ἀνθρώπων τὴν σωτηρίαν· ἐκ γὰρ τοῦ Σὴθ ὁ Νῶε κατάγει τὸ γένος, πάντων δὲ τῶν ἄλλων ἀνθρώπων τῇ τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ παραδοθέντων ἐκ τούτου πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀνήνθησεν. Τὸν τῆς πλάνης τοίνυν ἔφη δι δάσ καλον καταπατηθήσεσθαι κατὰ τὴν τοῦ κυρίου φωνήν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ