1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

67

τοῦ βασιλικοῦ ἄστεως καὶ τῶν δέχεται χαρισμάτων πρὸς τοῦ κρατοῦντος αὐτὴν βασιλικῶς· «Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος, ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.» Ἐν μέσῳ γὰρ τῆς εἰρηνευομένης πόλεως κατοικῶν ὁ ἁγιάσας τὸ σκήνωμα αὐτοῦ ὕψιστος οὐδέποτε ἔξω αὐτῆς γίνεται, ἀκλόνητος μένων ἐν αὐτῇ. 2.248 Πλατεῖαι δὲ τῆς καλλιπόλεως ταύτης ὑπάρχουσιν αἱ κατ' εἶδος ἀρεταὶ καὶ αἱ πράξεις αὐτῶν, περὶ ὧν παροιμιωδῶς ὁ σοφὸς ἀπαγγέλλει, περὶ τῆς σοφίας τάδε χαράττων· «Σοφία δὲ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· ἐπὶ δὲ ἄκρων τειχέων κηρύσσεται.» Πῶς γὰρ οὐκ ἄγει παρρησίαν ἡ τοῦ Θεοῦ σοφία ἐν ταῖς πλατείαις τῆς πνευματικῆς πόλεως, πάλιν ἑτέρου λογίου λέγοντος· «Ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν», ἑκάστης ἐντολῆς διὰ τὸ προσὸν εὖρος πλατείας καλουμένης, ὡς τὸν ὑμνῳδὸν πρὸς τὸν Θεὸν εἰπεῖν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα»; 2.249 Σκοπητέον εἰ κατὰ ταύτην τὴν διάνοιαν εἴρηται ὑπὸ τῆς νύμφης τοῦ Χριστοῦ ἐν τῷ ἐπιθαλαμίῳ δράματι· «Ἐπὶ κοίτης μου ἐν νυκτὶ ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μοι. Ἀναστήσομαι δὴ καὶ κυκλώσω τὴν πόλιν, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, ἕως οὗ εὕρω αὐτόν.» Ἐν τῷ καιρῷ γὰρ τοῦ συνευνάζεσθαι καὶ διαναπαύεσθαι, ὃν ἀλληγορικῶς ἐκάλεσε νύκτα, δόξασα παρεῖναι αὐτῇ τὸν θεῖον νυμφίον, ζητήσασα οὐχ εὗρεν, καὶ καλέσασα οὐκ ἔσχεν αὐτὸν ἐπακούοντα, διά τι χρήσιμον μακρυνθέντα αὐτῆς, ἵνα ἔτι μᾶλλον τρωθῇ ἀγάπῃ τῇ πρὸς αὐτόν· μακρυνώσει γὰρ τοῦ στεργομένου ὁ πρὸς αὐτὸν ἔρως μᾶλλον ἐγείρεται. 2.250 Τοῦτ' οὖν παθοῦσα ἀνέστη διεγείρασα ἑαυτήν, καὶ ζητεῖ γε αὐτὸν οὐκ ἀλλαχόθι ἢ ἐν ταῖς ἐκκλησίαις, οὔσαις ἱεραῖς ἀγοραῖς. Ἔνθα ἀγορεύουσιν οἱ τεθέντες ἀπόστολοι καὶ προφῆται καὶ διδάσκαλοι τὰ τῆς ἀληθείας ὄργια καὶ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ. 2.251 Πρὸς τῷ ζητεῖν αὐτὸν ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις ταῖς ἤδη ἡρμηνευμέναις σπουδάζει συντυχεῖν τῷ ζητουμένῳ, ἵν' εὑροῦσα αὐτὸν συναναπαύσηται αὐτῷ. 2.252 Ἡ ἐν ταῖς πλατείαις τῆς καλλιπόλεως παρρησίαν ἄγουσα σοφία, ἐν ᾗ τὰ πάντα ὁ δημιουργὸς εἰς οὐσίαν ἤγαγεν, οὐκ ἀλλαχοῦ που ἢ ἐπ' ἄκρων τῶν τειχέων κηρύττεται πρὸς τῶν νυκτοφυλακούντων καὶ φρουρούντων τὴν θείαν πόλιν, κατὰ τὴν τοῦ Ἠσαΐου φωνὴν ἐκ προσώπου τοῦ παμβασιλέως οὕτως εἰρημένην· «Ἐπὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτός, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι Κυρίου.» 2.253 Ἐν ταῖς ἀποδοθείσαις θείαις πλατείαις τῆς μακαρίας πόλεως ἔτι καθίσονται ὡς καὶ πρότερον σπουδαῖοι πρεσβῦται καὶ πρεσβυτίδες, μετὰ χεῖρας ἔχοντες τὰς ἰδίας ῥάβδους, τοῦτο μὲν βασιλείας σύμβολα, τοῦτο δὲ ἱερατείας τυγχανούσας, ἔτι μὴν καὶ παιδευτικῶν λόγων. 2.254 Πρεσβυτέρους δὲ ἐκλαβεῖν προσήκει τοὺς φρονήσει πεπωλιωμένους, κατὰ τὸ φερόμενον ἐν τῇ παναρέτῳ Σοφίᾳ τοῦ Σαλωμῶνος οὕτως ἔχον· «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστιν φρόνησις ἐν ἀνθρώποις, καὶ γῆρας βίος ἀκηλίδωτος.» Αὕτη ἡ πνευματικὴ ἡλικία πρόσην τῷ φίλῳ Θεοῦ χρηματίσαντι, οὗ ἡ πίστις «εἰς δικαιοσύνην λελόγισται» Ἀβραάμ. 2.255 Εἴρηται γὰρ ὑπὸ τοῦ ἱεροφάντου Μωϋσέως ἐν Κοσμοποιΐᾳ· «Ἐκλιπὼν Ἀβραὰμ ἀπέθανεν, τραφεὶς ἐν γήρει καλῷ, πρεσβύτερος καὶ πλήρης ἡμερῶν.» Οὐ γὰρ διὰ πλῆθος ἐνιαυτῶν τῶν ἐκ τοῦ αἰσθητοῦ ἡλίου κύκλων ταῦτ' εἴρηται. Πολυετεστέρων γὰρ ὄντων τῶν πρὸ αὐτοῦ γεναμένων, οὐδεὶς ἐκείνων πρεσβύτερος ἐλέχθη οὐδὲ πλήρης ἡμερῶν. Πρῶτος γὰρ ἀνθρώπων ὁ τοῦ Ἰσαὰκ πατὴρ ἀπὸ πρεσβείων τῶν ἐξ ἀρετῆς ὠνομάσθη πρεσβύτερος. 2.256 Περὶ τῶν οὕτως γνώμης καὶ πολιτείας καὶ νοητῆς ἡλικίας ἐχόντων, ὁ τῶν ὅλων αἴτιος καὶ πάντων ἀγαθῶν χορηγὸς πρὸς τὸν