1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

67

περ ιθεὶς τοῖς πιστοῖς πανοπλίαν ἐπήγαγεν· «Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ», καὶ πάλιν· «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.» Οὕτως ὁ θεῖος προφήτης ὑποδείξας ἡμῖν τὸν τῆς συντε λείας καιρὸν καὶ τῶν ἀνόμων τὸν ὄλεθρον καὶ τοὺς τῶν ἁγίων χοροὺς καὶ τὴν παντελῆ τοῦ διαβόλου κατάλυσιν ἐφ' ἑτέραν προφητείαν τὸν λόγον μετέθηκεν· 2Ἀμπελὼν καλὸς ἐπιθύμημα αὐτοῦ ἐξάρχειν κατ' αὐτοῦ. Πάλιν ἐνταῦθα τῆς Ἱερουσαλὴμ τὴν πολιορκίαν σημαίνει καὶ τῶν Ἀσσυρίων τὸν ὄλεθρον καὶ προσωποποιίᾳ κεχρημένος αὐτὴν εἰσάγει τὴν πόλιν λέγουσαν ὅτι ἀμπελών εἰμι καλὸς θεὸν ἔχων φυτουργὸν καὶ οὕτως εὐανθής εἰμι καὶ καλός, ὡς πολλοὺς τῆς ἐμῆς ἐφίεσθαι κτήσεως. 3Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη. Οὐδεμίαν φησὶν ἀπὸ τῶν περιβόλων ἀσφάλειαν ἔχω· πάντοθεν γὰρ ὑπὸ τῶν πολεμίων κεκύ κλωμαι. Μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται· 4τεῖχος γὰρ οὐκ ἔστιν, ὃ ἐπελάβετο αὐτῆς. Τό· μάτην ποτιῶ αὐτήν, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «ἐξαίφνης ποτιῶ αὐτήν», οὕτω δὲ καὶ οἱ Λοιποί. Τουτέστι τὴν π ολι ορκοῦσάν με στρατιάν. Ποτιῶ δὲ αὐτὴν ἐξαίφνης διὰ τῆς ἐμῆς μετανοίας καὶ τῆς σπουδαίας μου προσευχῆς· ἐκείνη γὰρ οὐκ ἔχει τῆς εὐσεβείας τὸ τεῖχος φυλάττον αὐτήν. Οὗ δὴ χάριν καὶ νύκτωρ καὶ δίχα χει ρῶν ἀνθρω πίνων κατακοντίζεται, καὶ μεθ' ἡμέραν οἱ φυγόντες τὸν ὄλεθρον δέξονται. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; ∆ιὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. ∆είκνυσιν ὁ προφητικὸς λόγος προσευχομέν ην τὴν πόλιν, τῶν ἀσταχύων ἐστερη μένην καλάμην τῶν πολεμίων τὴν στρατιὰν κειμένην ἰδεῖν. ∆ιὰ ταύτην γάρ φησι τὴν εὐχὴν καὶ τὸ παράδοξον ἐκεῖνο γεγένηται θαῦμα· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ὁ προφήτης ἐδίδαξεν· Τοίνυν διὰ τοῦτο ἐποίησε κύριος πάντα ὅσα συνέταξεν. Ἠθετηκέναι δὲ λέγεται, ἐπειδὴ τὸν συνήθη δασμὸν οὐ τε τέλεκεν Ἐζεκίας ὁ βασιλεύς. Κατακέκαυμαι, 5βοήσονται οἱ κατοικοῦντες ἐν αὐτῇ, τουτέστιν ἐν τῇ στρα τιᾷ. Το ιαύτη αὐτοῖς ἐπενεχθήσεται πληγή. Εἶτα ἀλλήλοις παρακελεύσονται διὰ μετανοίας τὸν θεὸν ἱλεώσασθαι· Ποιήσωμεν εἰρήνην αὐτῷ, εἰρήνην ποιήσωμεν 6οἱ ἐρχόμενοι. Καταλλάξωμέν φησι τὸν δεσπότην, παύσωμεν τὴν καθ' ἡμῶν ἀγανάκτησιν τῇ τοῦ βίου μεταβολῇ. Εἶτα δείκνυται ὁ τῆς μετανοίας καρπός· Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Οὐ μόνον φησὶ τῆς πολιορ κίας ταύτης ἀπαλλαγήσεσθε, ἀλλὰ καὶ τὸν σωτήριον καρπὸν τῇ οἰκουμένῃ βλαστήσετε. ∆ηλοῖ δὲ διὰ τούτων οὐ μόνον τὸν δεσπότην Χριστόν, ὃς ἐξ αὐτῶν κατὰ σάρκα βεβλάστηκεν, ἀλλὰ καὶ τοὺς ἱεροὺς ἀποστόλους κ αὶ καθόλου |133 b| πάντας τοὺς ἐξ Ἰουδαί ων πεπιστευκότας· διὰ τούτων γὰρ ἡ οἰκουμένη τὴν σωτηρίαν ἐδέξατο. Οὕτω τὰ Ἰουδαίω ν προαγορεύσας προλέγει τὴν τῶν Ἀσσυρίων πληγήν· 7Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; Ἢ ὡς αὐτὸς ἀνεῖλε, καὶ αὐτὸς οὕτως ἀναιρεθήσεται; Σύ φησι παραταττόμενος καὶ μα χόμενος ἀνεῖλες τῆς Ἱερουσαλὴμ τοὺς περιοίκους· σὲ δὲ οὐκ ἄνθρωποι συμπλεκόμενοι κατακοντί σ ουσιν, ἀλλ' ἀόρατος ἡ μάχη καὶ ἡ νίκη γενήσεται. 8Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς. Σὺ μά χῃ καὶ παρατάττῃ καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν κινεῖς καὶ ἀσθένειαν ὀνειδίζεις τῷ τὰ πάντα πεποιηκότι, ἐγὼ δὲ σιγῶν παρα πέμψω σε θανάτῳ. Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; 9∆ιὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ αὕτη ἐστὶν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν. Ἤλπισάς φησιν αὔτανδρον καταλῦσαι τὴν πόλιν· ἀλλὰ τούτου χάριν ἐγὼ τῆς ἐμῆς αὐτοὺς ἀξιώσω προνοίας, οὐκ ἀποβλέπων εἰς τὰ ἐκείνων πλημμελήματα διὰ τὴν σὴν βλασφημίαν. Τοῦτο καὶ διὰ ἑτέρου προφήτου φησὶν ὁ θεός· «Οὐ δι' ὑμᾶς ποιῶ, οἶκος Ἰσραήλ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν