1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

68

τοῖς ἔθνεσιν.» Εἰδέναι μέντοι χρὴ ὅτι κυρίως ἡ τῆς ἁμαρτίας ἀφαί ρεσι ς ἁρμόττει τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ, ὡς ἐν τύπῳ δὲ καὶ τότε ἐγένετο. Οὕτω δὲ καὶ τὰ ἐπαγόμενα δι πλῆν ἔχει τὴν προφητείαν· Ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ εἴδωλα αὐτῶ<ν>, καὶ τὰ δένδρα αὐτῶ<ν> ἐκκεκομμένα ὥσπερ δρυμός. Ταῦτα καὶ ὁ θαυμάσιος Ἐζεκίας πεποίηκεν· καὶ διδάσκει τῶν Παραλειπομένων ἡ δευτέρα καὶ τῶν Βασιλειῶν ἡ τετάρτη. Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης. Οὕ τω προαγορεύσας τὴν γεγενημένην ἐπὶ τοῦ Σενναχηρὶμ τῇ Ἱερουσαλὴμ σωτηρίαν προλέγει καὶ τὴν ἐσομένην ἐπὶ τοῦ Ναβουχοδονόσορ αἰχμαλωσίαν· Μακρὰν 10τὸ κατοι κούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον ἐγκαταλε λειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. Καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ οὐθὲν χλωρὸν 11διὰ τὸ ξηρανθῆναι. Αἰχμάλωτοί φησιν ἀπαχ θή σονται, καὶ ἔρημος αὐτῶν ἡ χώρα ἔσται, ἀλλὰ καὶ πάλιν ἐπανήξουσι καὶ οἰκήσουσιν ἐν αὐτῇ· μετὰ μέ ντοι χρόνον ἄκαρπος ἔσται, καὶ οὐδὲ βλαστήσει χλωρὸν διὰ τὸ ξηραν θῆναι. ∆ηλοῖ δὲ ὁ λόγος τὴν ἐπὶ τοῦ παρ όντος τῶν Ἰουδαίων ἀκαρπίαν· οὐδὲν γὰρ τέθηλε παρ' ἐκείνοις, ἐπειδὴ τὸν τῆς χάριτος ὑετὸν οὐκ εἰσδέχεται. Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. ∆ιὰ τοῦτο οὐ μὴ οἰκτείρῃ αὐτοὺς ὁ ποιήςας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ αὐτούς. Γυναῖκας καλεῖ τὰς τῶν ἐθνῶν πόλεις ἢ τὰς ἐν αὐταῖς ἐκκλησίας τὰς τῆς Ἱερουσαλὴμ θεωμένας τὴν ἐρημίαν, καὶ παρακελεύεται τὴν ἐκείνων ἀπιστίαν φυγεῖν· συνιέναι γὰρ οὐκ ἐθέλουσι τὸ συμφέρον, οὗ δὴ χάριν καὶ συγγνώμης ἐστέρηνται. 12Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων. Τοῦτο οἱ Ἄλλοι Ἑρμη νευταὶ ἔφ ασαν «ἀπὸ ὄρους τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου καταπαύσει τὰ ῥεῖθρα.» Οὔτε γὰρ ποταμὸς οὔτε διῶρυξ ἡ ἀσέβεια ἀλλὰ χειμάρρους ἐξ ἐράνου συνιστάμενος καὶ πρόσκαιρον ἔχων τὴν σύστασιν. Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῖς ἱεροῖς ἀποστόλοις ὁ λόγος παρακελεύεται· αὐτοὶ γὰρ τὰς κατὰ τὴν οἰκουμένην περινοστοῦντες συναγωγὰς πρώτοις Ἰουδαίοις τὸν λόγον ἐκήρυττον καὶ τοὺς τῷ θείω κηρύγματι πειθομένους τῷ δεσπότῃ προσέφερον. 13Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσουσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνή σουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Σάλπιγγα μεγάλην ἐκάλεσε τὸ σωτήριον κήρυγμα· τῶν γὰρ τῆς ἀληθείας κηρύκων «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα». Οὗτοι τὰ πλανώμενα συναγαγόντες «πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ», συναγαγόντες δὲ καὶ τὰ «ἄλλα πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης», μίαν ποίμνην κατεσ κεύασαν τῷ δεσπότῃ καὶ ταύτην νέμουσιν ἐν τῷ ὄρει Σιών , τῆς θεολογίας αὐτοῖς ὑποδεικνύντες τὸ ὕψος. Καὶ τῆς ἄνω Ἱερουσαλὴμ <...> εἰ ὀνομάζοι, οὐκ ἂν ἁμάρτοι τῆς |134 a| ἀληθείας. Συνομολογεῖ δὲ τῷ θείῳ ∆αυὶδ λέγοντι· «Ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.» Ταύτας δὲ ἡμεῖς ἀγαπήσωμεν τὰς πύλας καὶ ταύταις διηνεκῶς προσεδρεύσωμεν, ἵνα δι' ἐκείνων εἰς τὴν τριπόθητον ἐκείνην εἰσέλθωμεν πόλιν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν πνεύματι ἁγίῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

8 ΤΟΜΟΣ Ηʹ