1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

69

ἐλαττουμένην ἑξηκονταέτους χρόνου. Τοιαύτη κατὰ τὴν ἱστορίαν ὑπῆρχεν Ἄννα ἡ προφῆτις, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἕπτα ἀπὸ τῆς παρθενίας αὐτῆς, διαμείνασα ἐπὶ πολὺ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων. Οἰκεῖος δὲ καὶ οὗτος ὁ ἀριθμὸς τῆς ἐν χηρείᾳ ἁγνείας, περὶ οὗ ἐν ἄλλοις εἴρηται. 2.265 Ταύτης τῆς προαιρέσεως ἐπιμελομένας ἔστιν ἰδεῖν καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ. Οἵα ἦν ἡ ἀνδρειωτάτη Ἰουδίθ, φερωνύμως ἐσχηκυῖα τὴν προσηγορίαν· Ἰουδὶθ γὰρ «αἴνεσις» ἑρμηνεύεται. Οὐκ ἀπεικὸς δὲ καὶ ἄλλας πλείονας εὑρεῖν πρεσβείᾳ καὶ τιμῇ κεκοσμημένας, καὶ μάλιστα ἐκείνας περὶ ὧν ἐν προφήτῃ εἴρηται ἐκ προσώπου Θεοῦ· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν», καὶ τὰ ἑξῆς μέχρι τοῦ· «Καί γε ἐπὶ τοὺς δούλους μου καὶ τὰς δούλας μου ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσιν.» 2.266 Ἐπιστήσας κατὰ σεαυτόν, σκόπησον εἰ περὶ μόνων τῶν πρεσβυτέρων εἴρηται ῥάβδους κατέχειν ἐν ταῖς χερσὶν ἢ καὶ περὶ τῶν πρεσβυτίδων. Ἐνδέχεται δὲ περὶ ἀμφοτέρων τῶν ταγμάτων γεγράφθαι, πιθανώτερον δὲ δοκεῖ περὶ μόνων τῶν ἀνδρῶν. 2.267 Ἐν ταῖς σαφηνισθείσαις πλατείαις ἐν αἷς προκάθηνται οἱ φρονήσει πεπολιωμένοι καὶ ἀκηλιδώτῳ βίῳ γηράσαντες, καὶ παιδάρια καὶ κοράσια εἶναι παίζοντα παιδιὰν ἐπαινετὴν ᾗ ἐγκαλλωπιζόμενος ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ ἀνὴρ ∆αυίδ, πάντα τὰ θελήματα ποιῶν τοῦ ἐκλεξαμένου, παρρησιαστικώτερον ἀνεφθέγξατο· «Ἐνώπιον Κυρίου ὀρχήσομαι καὶ παίξομαι.» 2.268 Παιδάρια ἀθύροντα ἐν ταῖς πλατείαις τῆς ἀοιδίμου Θεοῦ πόλεως ἐκλαβεῖν ἔστιν τοὺς ἐξ ἁπαλῶν ὀνύχων σωφροσύνῃ ἑαυτοὺς ἐπιδεδωκότας, ὥστ' ἀφθορίαν ἔχειν μετὰ σεμνότητος ἀκραιφνεστάτης καὶ λόγον ὑγιῆ ἀκατάγνωστον. 2.269 Τοιοῦτοι δὲ ὑπῆρχον οἱ τῶν ἀποστόλων υἱοί, «ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ' ἀφθάρτου, διὰ ζῶντος λόγου Θεοῦ καὶ μένοντος», «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσαντες». 2.270 Συγχρήσει δὲ καιρίως καὶ τῷ ἐν Παροιμίαις εἰρημένῳ· «Ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.» Καὶ ἔτι ἐν τῇ αὐτῇ βίβλῳ ὁ θεόσοφος εἶπεν· «Ἀκούσατε, παῖδες, παιδείαν πατρός, καὶ προσέχετε τοῦ γνῶναι ἔννοιαν.» 2.271 Οὐ πάντως δὲ περὶ τῶν κατὰ τὸ σῶμα ἀρσένων λέγεται ταῦτα· εἰσὶ γὰρ καὶ σῶμα θῆλυ ἔχουσαι ψυχαὶ ἄρσενες τῷ φρονήματι. 2.272 Ἑπομένως τοῖς ἀποδοθεῖσιν παιδαρίοις, καὶ κοράσια ἐκλημπτέον παίζοντα. Καὶ ὅρα εἰ περὶ τούτων ἐν τεσσερακοστῷ τετάρτῳ Ψαλμῷ ὑμνεῖται περὶ τῆς νύμφης καὶ τοῦ νυμφίου τὸ μελῳδούμενον ὧδε· «Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς», τῆς νύμφης καὶ βασιλίδος δηλονότι, τῆς παραστάσης ἐκ δεξιῶν τοῦ συνοικοῦντος, «αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει». 2.273 Παρθένοι ἀπενεχθησόμεναι ὀπίσω τῆς νυμφαγωγηθείσης ἑνὶ ἀνδρὶ τῷ Χριστῷ Ἐκκλησίας, πνεύματι καὶ σώματί εἰσιν ἀδιάφθοροι γνώμῃ καὶ πράξει ἁγνεύουσαι. 2.274 Ὡς ἐλέχθη ὡς τὰ παιδάρια προηγουμένως κατὰ τὴν ψυχὴν ἄρρενα, ἀλλὰ οὐ μόνον κατὰ τὸ σῶμα τυγχάνουσιν, ὁμοίως αἱ ἐν γνώμῃ καὶ πράξει ἁγιότητα ἔχουσαι παρθένοι οὐκ ἐξ ἀνάγκης θηλυκὸν ἔχουσι σῶμα. Ἐν γοῦν τῇ Ἰωάννου Ἀποκαλύψει αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν παρθένων οὐ τῷ σώματι ἦσαν τοιαῦται· ἐπηνέχθη γάρ· «Οὗτοί εἰσιν οἳ μετὰ γυναικὸς οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν, καὶ οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν δόλος· ἄμωμοι γάρ εἰσιν.» 2.275 Περὶ πάντων τῶν διατριβόντων ἐν ταῖς πλατείαις τοῦ πολυυμνήτου ἄστεως, ὡς περὶ ἑνὸς χοροῦ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεοτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Περὶ τῶν κατὰ τὸν ἔσω ἄνθρωπον διαφόρων ἡλικιῶν καὶ ὃν ἠγάπα Ἰησοῦς μαθητὴν ἐπιστέλλει· «Γράφω ὑμῖν, παιδία, ὅτι ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ», -τοῦ Σωτῆρος δηλαδή, -