1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

69

Ἐν τοῖς ἔναγχος ἑρμηνευθεῖσι τὰ κατὰ τὴν Ἱερουσαλὴμ προθεσπίσας καὶ τῶν ἱερῶν ἀποστόλων προαγορεύσας τὸ κήρυγμα, τὰ συμβησόμενα ταῖς δέκα προλέγει φυλαῖς· 281Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ. Μισθωτοὺς Ἐφραὶμ τοὺς ἐπικούρους λέγει, τὴν ∆αμασκὸν καὶ τοὺς ἄλλους Σύρους· τούτους γὰρ ἀεὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐμισθοῦντο. Στέφανον δὲ ὕβρεως τὴν ἀλαζονικὴν καλεῖ αὐτῶν βασιλείαν· καὶ τοῦ θεοῦ γὰρ ἀπέστησαν καὶ κατὰ τῶν ἀδελφῶν ἐφρόνουν μέγα. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἔφη· «Οὐαὶ στέφανος ὑπερηφανίας.» Τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ με θύοντες ἄνευ οἴνου. Ἄνθος δόξης ἐκπεσὸν τὴν ἐξ <εὐ>ημε ρίας εἰς κακοπραγίαν μεταβολὴν ὠνόμασεν, κορυφὴν δὲ ὄρους παχέος τὸν Ἀσσύριον ἡγοῦμαι καλεῖσθαι διά τε τὸ ὕψος τῆς βασιλείας καὶ τὴν τῆς καρδίας παχύτητα, μέθην δὲ ἄνευ οἴνου τὴν τῶν εἰδώλων μανίαν. 2Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν παρὰ κυρίου ὁ θυμὸς κυρίου καὶ ὀργὴ ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη, ὡς ὕδατος πολλοῦ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ 3καὶ τοῖς ποσίν. Τοῦ θεοῦ τὴν ὀργὴν ἀπεικάζει χαλάζῃ σφο δρο τάτῃ κατά τινων φερομένῃ σκέπην οὐδεμίαν ἐχόντων καὶ χειμάρρῳ μεγίστῳ πλημμυροῦντι καὶ τὴν παρακειμένην παρασύροντι γῆν καὶ μὴ συγχωροῦντι μήτε τοῖς ποσὶ τῶν ἐμπιπτόντων στῆναι μήτε ταῖς χερσὶ διαν ή ξασθαι. Καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ. Τουτέστιν οἱ ἐπίκουροι αὐτοῦ, ἐφ' οἷς ἐφρόνει μέγα. 4Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης αὐτοῦ ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομον σύκου· ὃ ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτό, θελήσει αὐτὸ καταπιεῖν. Τοῦ Σαλμανάσαρ ἐπελθόντος ταῖς δέκα φυλαῖς καὶ μέντοι καὶ τοῦ Σεναχηρὶμ ὕστερον, διέφυγόν τινες τὸν ἀνδραποδισμὸν ἐν τοῖς ὄρεσι λαθόντες, μετὰ δὲ τὴν τῶν πολεμίων ἀναχώρησιν ἐν μέρει τινὶ τῆς οἰκείας ᾤκησαν χώρας. Ταύτης ἦν καὶ ἡ Γαλιλαία· τῶν δέκα γὰρ ἦν αὕτη φυλῶν· «Χώρα» γάρ φησι «Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, Γαλιλαία τῶν ἐθνῶν.» Ἐκ ταύτης ἦν τῆς χώρας ὁ ἱερὸς τῶν ἀποστόλων χορός. Προλέγει τοίνυν ὡς ἀξιέραστοι πᾶσιν ἔσονται ὡς σῦκον πρώιμον ὅπερ λίαν ἐστὶ τοῖς θεωμένοις ἐπέραστον. 5Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ. Τὸν ἀποστολικὸν ὑποδείξας χορὸν τὸν τούτων ὑποδείκνυσι δεσπότην· οὗτος γάρ φησι τὸν τῆς ὕβρεως στέφανον καταλύσας αὐτὸς ἔσται στέφανος δόξης τοῖς καταλειφθεῖσι τοῦ λαοῦ αὐτοῦ. ∆όξα γὰρ τῶν πεπιστευκότων Ἰουδαίων μεγίστη τὸ ἐξ αὐτῶν βλαστῆσαι κατὰ σάρκα τὸν κύριον. 6Καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. Αὐτὸς γὰρ κωλύσας ἀναιρεθῆναι πάντας, ἐνίους ἐφύλαξε προορῶν ἅπαντα ὡς θεὸς καὶ κρίνων δικαίως. Τὸ δέ· ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, ταύτην ἔχει τὴν διάνοιαν· καὶ τότε φησὶν ἔκρινεν αὐτοὺς σῶσαι καὶ πάλιν αὐτοὺς ἑτέρᾳ κρίσει φυλάττει. 7Οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστι τὸ φάσμα. Τρυφὴν αὐτῶν καὶ ἀσωτίαν κατηγορεῖ καὶ ταύταις τῶν ἄλλων κακῶν ἀνατίθησι τὴν αἰτίαν· τὸ δὲ καὶ χαλεπώτατον, ὅτι καὶ οἱ ἱερεῖς ταύτην τὴν νόσον ἐδέξαντο. Προφήτας δὲ τοὺς ψευδοπροφήτας καλεῖ. Σίκερα δὲ οἱ Λοιποὶ Ἑρμηνευ ταὶ «μέθυσμα» εἰρήκασιν· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τὸ ἀπὸ τῶν φοινίκων κατασκευαζόμενον πό μα νῦν ὀνομάζεσθαι σίκερα ἀλλὰ τὸν ἡδύσμασι κεκραμένον οἶνον. Τὸ μέντοι φάσμα οὕτως ὁ Θεοδοτίων ἡρμήνευσεν· «Ἠγνόησαν ἐν τῇ μέθῃ, ἠσωτεύθησαν ὑπερόγκως»· καὶ οἱ Ἑβδομήκοντα δὲ διὰ τοῦ φάσματος παραπ αίοντας αὐτοὺς ἀπὸ τῆς μέθης ὑπέδειξαν. 8Ἀρὰ ἔδεται τὴν βουλὴν ταύτην· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. Βουλὴν τὴν αἵρεσιν τῆς γνώμης ἐκάλεσεν, ἀρὰν δὲ τὴν τιμωρίαν. 9Τίνι ἀνηγγείλαμεν κακὰ ἢ τίνι |134 b| ἀνηγγείλαμεν