1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

70

ἀγγελίαν; Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπε σπασμένοι ἀπὸ μαστοῦ. 10Θλῖψις ἐπὶ θλῖψιν, προσδέχου <προσδέχου> ἔτι μικρόν· ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρόν. Ἐπειδὴ οἱ διακρίνειν εἰδότες τῶν ἡμετέρων οὐκ ἀκούουσι θεσπισ μάτων, τοῖς ἄρτι τοῦ γάλακτος ἀπαλλαγεῖσι τῶν κακῶν τὰς προρρήσεις προσφέρομεν. Τὸ δέ· ἔτι μικρὸν ἔτι μικρόν, τὴν μετ' ὀλίγον ἐσομένην ἔφοδον τῶν πολεμίων ᾐνίξατο· τὸ δέ· ἐλπὶς <ἐπ'> ἐλπίδι, τὴν ἐπάλληλον τῶν κακῶν προσδοκίαν σημαίνει. 11∆ιὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας λαλήσουσι τῷ λαῷ τούτῳ 12λέγοντες αὐτοῖς· Τοῦτο ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο σύντριμμα, καὶ οὐκ ἤθελον ἀκούειν. Γλῶσσαν ἑτέραν καλεῖ τὴν παραβολικὴν καὶ τροπικὴν τῶν προφητῶν διδασκαλίαν, φαυλισμὸν δὲ χειλέων τοὺς παρ' αὐτῶν κατὰ τῶν προφητῶν γινομένους ψόγους. Ἐπειδὴ γὰρ τὰ σαφῶς λεγόμενα διέπτυον, συγκε καλυμμένην αὐτοῖς καὶ παραβολικὴν προφητείαν προσέφερον, ἵνα ἐρευνᾶν τὸ τῶν λεγομένων ἀναγκαζόμενοι βάθος τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσωνται. 13Καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου· θλῖψις ἐπὶ θλῖψιν, ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσι καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ συντριβήσονται καὶ κινδυνεύσουσι καὶ ἁλώσονται καὶ πεσοῦνται. Ἐπειδὴ γὰρ οὐκ ἐβουλή θησάν τινα ὄνησιν ἀπὸ τῶν θείων λογίων καρπώσασθαι, δρέψονται θλῖψιν ἐπὶ θλῖψιν καὶ κακῶν προσδοκίαν διηνεκῆ καὶ τῶν προσδοκωμένων χαλεπῶν τὴν πεῖραν. Οἶμαι δὲ καὶ τοὺς λογισμοὺς αὐτῶν τὸν προφητικὸν αἰνίττεσθαι λόγον· ἤλπιζον γὰρ ἀπαλλαγήσεσθαι τῶν κακῶν καὶ ἔλεγον πρὸς ἀλλήλους· Ἔτι μικρὸν ἔτι μικρὸν καὶ λύσις ἔσται τῶν ἀλγεινῶν. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλ' ἐγένετο αὐτοῖς ὁ λόγος κυρίου ἐντολὴ οὐκ ἐντολή, ἐντολὴ οὐκ ἐντολή, προσδοκία οὐ προσδοκία, προσδοκία οὐ προσδοκία, μικρὸν ἔτι μικρόν.» Τὴν ἀπιστίαν αὐτῶν διὰ πάντων ᾐνίξατο καὶ τὴν τῆς γνώμης διχόνοιαν· ποτὲ μὲν γὰρ τὰ θεῖα λόγια ὡς ἐντολὴν τοῦ θεοῦ κατεδέχοντο, ποτὲ δὲ αὐτῶν διέπτυον ὡς οὐκ ὄντων θείων. 14∆ιὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεθλιμμένοι καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ, 15ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας. Συμφωνεῖ καὶ ταῦτα τοῖς προηρμηνευ μένοις· τὴν ἀλαζονείαν γὰρ αὐτῶν καὶ τὴν ἄνοιαν διὰ τούτων ἐλέγχει· ἀεὶ γὰρ ἤλπιζον κρείττους ἔσεσθαι τῶν δεινῶν. Ἀντὶ δὲ τοῦ· ἄνδρες τεθλιμμένοι, οἱ Λοιποὶ Ἑρμηνευταὶ «ἄνδρες χλευασταὶ» τεθείκασιν· κατέπαιζον γὰρ τῶν διὰ τῶν προφητῶν προσφερομένων αὐτοῖς ἀπειλῶν. Τῆς δὲ Ἱερουσαλὴμ οὐχ ὡς ἀληθῶς ἄρχοντας τοὺς τοῦ Ἐφραὶμ ὀνομάζει, ἀλλ' ὡς τοῦτο ἔσεσθαι φαντασθέντας· τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν ὁ προφήτης ἐδίδαξεν, ὅτι τὴν ∆αυιτικὴν βασιλείαν ἐβουλεύσαντο καταλῦσαι καὶ τὸν υἱὸν Ταβεὴλ βασιλεῦσαι καὶ ὑπηκόους αὐτοὺς ἑαυτῶν καταστῆσαι. Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς· ἐθήκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀνδρῶν ἐστι μεμηνότων ταῦτα τὰ ῥήματα καὶ κατ' αὐτῆς τοῦ θεοῦ τῆς δίκης θρασυνο μένων. 16∆ιὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός· Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀνοίας ἐσχάτης εἶναι νομίζω τὸ ταύτην τῷ Ἐζεκίᾳ προσαρμόζειν τὴν προφητείαν· εἰς ἄνθρωπον γὰρ πιστεύειν οἱ θεῖοι ἀπαγορεύουσι λόγοι· «Μὴ πεποίθατε» γάρ φησιν «ἐπὶ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστι σωτηρία», καί· «Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον», καί· «Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρω πον», ἐνταῦθα δὲ ὁ προφητικὸς ἐπαινεῖ λόγος τὸν εἰς τὸν λίθον τοῦτον πιστεύοντα. Ἀκρογωνιαῖος δὲ λίθος ὁ δεσπότης Χριστὸς «ὁ ποιήσας τὰ ἀμφότερα ἕν», ὁ ἐν αὐτῷ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰσραὴλ συνάψας καὶ ἕνα λαὸν ἀποφήνας. Αὐτὸς δὲ καὶ θεμέλιος κέκληται· «Θεμέλιον γάρ» φησιν «οὐδεὶς ἄλλον δύναται θεῖναι παρὰ τὸ κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἐπειδὴ γὰρ ἠπείλουν οἱ