1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

72

δικαστικῶς κολάσω. 27Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, <οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον,> τὸ δὲ κύμινον βακτηρίᾳ, 28καὶ μετὰ ἄρτου βρωθήσεται. Ὑμᾶς φησι δίκην μελανθίου καὶ κυμίνου ῥάβδῳ παίω, τοὺς δὲ Ἀσσυρίους ὡς ζειὰς καὶ κριθὰς πρίονι δι' ἁμάξης λεπτυνῶ. Οὐ γὰρ εἰς τὸν αἰῶνα ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπα τήσει ὑμᾶς. Ἀντὶ τοῦ· ὥσπερ τοὺς Ἀσσυρίους . Ταύτης δὲ ἀπέλαυον τῆς μακροθυμίας Ἰουδαῖοι, ἡνίκα ἦσαν μελάν θιον καὶ κύμινον καὶ «ἄμπελος εὐκληματοῦσα». Ἐπειδὴ δὲ ἀντὶ τούτων ἀκάνθας ἐβλάστησαν, ταῖς Ῥωμαϊκαῖς καὶ αὐτοὶ παρ εβλήθησαν ἁ μάξαις. Ὁ μέντοι προφήτης, ὥσπερ ἐπὶ τῆς τιμωρίας τῶν δέκα φυλῶν εἴρηκε παρ ὰ τοῦ θεοῦ τῶν ὅλων δεδέχθαι τὴν ψῆφον, οὕτω κἀνταῦθα· 29Καὶ ταῦτα παρὰ κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Εἶτα συμβουλὴν ἐπάγει· Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. Τοῦτο δὲ ὁ Σύμμαχος οὕτω τέθεικεν· «Καὶ τοῦτο παρὰ κυρίου δυνάμεων ἐξῆλθε, παρεδόξασε βουλήν, ἐμεγάλυνε σωτηρίαν.» Παρὰ δόξαν φησὶν ἔδειξεν ἀγαθότητα καὶ παρ' ἀξίαν ἡμῖν δέδωκε σωτηρίαν. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα |135 b| αἰνίττεται ὁ λόγος τὴν ἐσομένην αὐτῶν πανωλεθρίαν· οὐκ ἀνεχόμενοι γὰρ τῆς προφητικῆς διδασ καλί ας ἀλλὰ τὴν ἐναντίαν ὁδεύσαντες μάτην ἐψυχαγωγοῦντο ταῖς ἀγαθαῖς ὑποσχέσεσιν. Ἐφ' ἑτέραν ἐν τεῦθεν ὁ προφήτης πρόρρησιν μεταβαίνει καὶ τῆς Μωαβίτιδος προλέγει τὰς συμφοράς· 291Οὐαὶ Ἀριὴλ Ἀριὴλ πόλις ἣν ∆αυὶδ ἐπολέμησεν. Ἀριὴλ ἡἈρεόπολις καλεῖται· τῆς δὲ Μωαβίτιδός ἐστιν αὕτη πόλ ις ἐπίσημος. Συναγάγετε γενήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυ τόν. Ἑορταὶ συγκρουσθήσονται· φάγεσθε γὰρ σὺν Μωάβ. 2Ἐκθλίψω δὲ Ἀριήλ. Μωὰβ τὴν Χαραχμωβὰν καλεῖ. Προμηνύει δὲ ὁ λόγος τὴν ἐσομένην πολιορκίαν. Ἐν ταύταις γὰρ χρὴ διαφερόντως ἔνδον ἔχειν τῶν περιβόλων τῶν ἀναγκαίων τὴν χρείαν. Καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦ τος ἐμοί. 3Καὶ κυκλώσω ὡς ∆αυὶδ ἐπὶ σὲ καὶ βαλῶ ἐπὶ σὲ χάρακα καὶ θήσω ἐπὶ σὲ πύργους. Φασί τινες μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοὺς Ἰουδαίους σύμμαχον ἔχοντας τὴν θείαν ῥοπὴν καταλῦσαι τοὺς Μω αβίτ ας. Καὶ ὁ προφη τικὸς δὲ τοῦτο αἰνίττεται λόγος· Ἔσται γὰρ αὐτῆς φησιν ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί, τουτέστιν εἰς τὸν ἐμὸν κομισθή σεται ναόν. 4Καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου κάτω, καὶ ταπεινωθήσῃ· εἰς τὴν γῆν λαλήσεις, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου καταδύσονται, καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει. Ἐπειδὴ βλάσφημα κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐφθέγγοντο-τὸν Χαμὼς γὰρ ἐνόμι ζον κρείττονα καὶ διὰ τοῦτο κατεγέλων τῶν Ἰουδαίων τὸν τῶν ὅλων προσκυ νούντων θεόν-, ἀπειλεῖ αὐτοῖς δουλείαν καὶ δει λίαν καὶ ἀφάνειαν. Τοὺς δὲ ἐκ τῆς γῆς φωνοῦντας τοὺς δαίμονας λέγει τοὺς ἐν τύπῳ νεκρῶν φαινομένους καὶ φαι ὰ φθεγγο μένους. Τούτοις ἀπεικάζει τῶν Μωαβιτῶν τὴν φωνήν. Ἀπεικάζει δὲ αὐτῶν καὶ τὴν δυναστείαν καὶ τὴν εὐπορίαν κονιορτῷ τοίχου καταλυομένου καὶ κόνει ὑπὸ λαίλαπος φερομένῃ. 5Καὶ ἔσται ὡς στιγμὴ 6παρὰ κυρίου Σαβαώθ. Ἐν ἀκαρεῖ φησι καὶ συντόμως τὸν ὄλεθρον δέξεται. Ἐπισκοπὴ γὰρ ἔσται αὐτῆς μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καὶ καταιγίδος φερομένης καὶ φλογὸς πυρὸς κατεσθιούσης. Τοῦτο καὶ κατ' ἄλλων ἐθνῶν πεποίηκεν ὁ θεός, καὶ σαφῶς ἡμᾶς αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι. Εἶτα ὀνείρῳ ἀπ εικάζει τῶν ἐθνῶν ἁπάντων τὴν δυνα στείαν τῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευσάντων· 8Ἔσονται γάρ φησιν ὡς οἱ ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων μάταιον τὸ ἐνύπνιον αὐτῶν· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ τὸ ὄρος Σιών. Συνάπτει τῇ κατὰ τῶν Μω αβιτ ῶν προρρήσει καὶ τὰ κατὰ τοῦ Σενναχηρὶμ συμβεβηκότα· καὶ γὰρ ἐκεῖνος ἀπόνως ἐλπίσας ἀνά στ ατον ποιήσειν τὴν Ἱερουσαλὴμ οὐ μόνον οὐ δέδρακεν ἅπερ ἤλπισεν ἀλλὰ καὶ