1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

73

καὶ εἰρήνη κατεφίλησαν· ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ δ̣ιέκυψεν.» 2.302 Καὶ σκόπει εἰ ἡ ἀλήθεια τὴν μυστικὴν καὶ ἀνηγμένην θεωρίαν τῶν τῆς εὐσεβείας δογμάτων δηλοῖ, τῆς ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς δικαιοσύνης καλουμένης, κατὰ τὸ λεχθὲν περὶ αὐτῆς τοῖς σωτηρίας πόθον ἔχουσιν· «∆ικαιοσύνην μάθετε ποιεῖν, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.» 2.303 Τί δὲ παρέπεται ταῖς μνημονευθείσαις ἀρεταῖς θεωρητέον. 2.304 Τῇ ἀληθείᾳ ἔλεος συναντᾷ, «ἡ δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.» Ἐπεὶ γὰρ μεγάλη τίς ἐστιν καὶ ἀνηγμένη ἡ Θεοῦ ἀλήθεια, χρεία ἐστὶν ἐλεηθῆναι πρὸς τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος, ἵνα ἀνθρώποις ὑπαρχθῇ. Ἀλλὰ καὶ ἡ δικαιοσύνη, λύουσα πᾶσαν ἀδικίαν, μητέρα πάσης στάσεως καὶ παντὸς πολέμου, εἰρήνην καὶ συμφωνίαν ἐπικηρυκεύεται. Εἴρηκέ τις καὶ τῶν παρὰ ἀνθρώποις σοφῶν συμφωνίαν πρὸς ἑαυτὰς ἔχειν τὴν εἰρήνην καὶ δικαιοσύνην· πάντων γὰρ δικαίως τὸ δίκαιον διωκόντων, εἰ οὕτω τύχοι̣, πᾶσα στάσις καὶ ἔχθρα ἐκποδὼν οἰχήσεται, ὡς αὖ εἰρήνης ἐπικρατούσης, ἰσότης καὶ δικαιοσύνη βασιλεύει. 2.305 Τούτων ὧδε ἐχόντων, ὁ παντοκράτωρ Κύριος τῆς ἀληθείας καὶ δικαιοσύνης ἐστίν. Εἴρηται γοῦν ἐν τριακοστῷ Ψαλμῷ, ὑπὸ τοῦ ἐλπίδα τὸν Κύριον ἔχοντος κατὰ τὴν τῆς ᾠδῆς ἀρχήν· «Ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας»· καὶ ἐν τετάρτῳ Ψαλμῷ· «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.» Ἁρμονίως τῷ εἶναι τῆς ἀληθείας Θεόν, καὶ τῆς γνώσεώς ἐστιν, ὡς ἡ μακαρία μήτηρ τοῦ ἁγίου Σαμουὴλ εἶπεν· «Μὴ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεως Κύριος.» 2.306 Ὅταν σπουδάσωμεν διὰ ἀγαθῶν ἔργω̣ν καὶ ἀληθοῦς καὶ εὐσεβοῦς γνώσεως Θεοῦ χρηματίσαι λαός̣, τὸ τηνίκαδε καὶ αὐτὸς ἡμῶν ἔσται Θεός, οἰκειούμενος ἡμῖν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. 2.307Zach. VIII, 9: Τάδε λέγει Κύριος παντοκράτω̣ρ· Κα̣τισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ' οὗ ᾠκοδόμηται. 2.308 Ὁ παντοκράτωρ Κύριος προστάττει κατισχύειν τὰς χεῖρας τοῦ ἀνακειμένου Κυρίῳ παντοκράτορι λαοῦ, κατὰ τοὺς λόγους Κυρίου Θεοῦ παντοκράτορος ἀφ' οὗ ὁ οἶκος αὐτοῦ τεθεμελίωται, κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ἀφ' οὗ ὁ ναὸς ᾠκοδόμηται. Κατισχύουσι δὲ αἱ σὺν εὐσεβείᾳ καὶ ὁσιότητι τῆς ἀληθείας, κατὰ τοὺς λόγους τῶν λεχθέντων ἀπὸ στόματος τῶν προφητῶν, ἀφ' οὗ ὁ οἶκος Κυρίου τεθεμελίωται, καὶ ὁ ναὸς ὁ ἅγιος ᾠκοδόμηται. 2.309 Κατισχύουσι δὲ χεῖρες ἐν λόγοις ὅταν εἰς ἔργα μεταβάλωσιν τὰ ἠθικὰ μαθήματα. Τότε γὰρ τότε αἱ δραστήριοι χεῖρες τῆς ψυχῆς εἰς ἐνέργειαν μεταβάλλουσιν, ὅταν συνυφῆ τυγχάνῃ τοῖς λόγοις τὰ σὺν ἀρετῇ ἔργα, τῶν ἀκουόντων οὐκ ἀκροατῶν μόνου νόμου ὄντων ἀλλὰ καὶ ποιητῶν ἔργου. 2.310 Πότε δὲ ταῦτα γνησίως καὶ θεοσεβῶς σπουδάζεται, ἢ ὅτε ὁ τοῦ Θεοῦ λαὸς σὺν λόγῳ τῆς εὐσεβείας πράττει καὶ διανοεῖται, τοῦ θείου οἴκου θεμελιουμένου καὶ οἰκοδομουμένου τοῦ ναοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας. Θεμελιοῦται δὲ ὁ τοῦ Κυρίου οἶκος καὶ ὁ ναὸς οἰκοδομεῖται, πληρουμένου τοῦ ἐν Παροιμίαις εἰρημένου οὕτως· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἕπτα.» Περὶ τούτου τοῦ οἴκου καὶ ναοῦ ὁ ἐνανθρωπήσας Κύριος λέγει τῷ Πατρί· «Σῶμα δὲ κατηρτίσω μοι.» Τοῦ οὕτω λεχθέντος οἴκου θεμελίους ἐσχηκότος οἷα ναοῦ ἁγίου οἰκοδομηθέντος, αἱ χεῖρες, τοῦτ' ἔστιν αἱ πρακτικαὶ δυνάμεις, κατισχ̣ύουσιν κατὰ τὰς ἔμπροσθεν φωτε̣ινὰς θεωρίας, ἡμέρας καλουμένας. 2.311 Ἐπίστησον εἰ οἶκος τεθεμελιωμένος καὶ ναὸς ᾠκοδομημένος τυγχάνει ἡ ἔνδοξος Ἐκκλησία, περὶ ἧς ἐπιστέλλει ὁ Ἀπόστολος Τιμοθέῳ τῷ ἑαυτοῦ μαθητῇ· «Ἐὰν δὲ βραδύνω, ἵν' εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Ταύτην ὑποβάλλει τὴν νόησιν καὶ ἡ προφητικὴ τοῦ Ἠσαΐου φωνὴ ὧδε