73
πέπονθεν ἅπερ οὐκ ἤλπισεν· καὶ ἐῴκει οὕτω ς τῷ πεινῶντι μὲν καὶ διψῶντι, ὄναρ δὲ ἐσθίοντι καὶ πίνοντι, μετὰ δὲ τὴν ἐγρήγορσιν τῆς ἀπά της α ἰσθα νομένῳ· οὕτω γὰρ κἀκεῖνος μετὰ τὸν ὄλεθρον τῶν πολλῶν μυριάδων αἴσθησιν τῆς οἰκείας ἔσχεν ἀσθενείας. 9Θαυμάσατε καὶ ἔκστητε καὶ ἀπατήθητε καὶ ὑπεραπατήθητε καὶ μεθύσθητε οὐκ ἀπὸ οἴνου καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου κινούμενοι, 10ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τῶν ἀρχόντων ὑμῶν καὶ τῶν προφητῶν ὑμῶν τῶν ὁρώντων τὰ κρυπτά. Ἀντὶ τοῦ κατανύξεως «καρώσεως» μὲν ὁ Σύμμαχος τέθεικεν, ὁ δὲ Θεοδοτίων «ἐκστάσεως», ὁ δὲ Ἀκύλας «καταφορᾶς». Τὸν ὄλεθρον τοῦ Ἀσσυρίου θαυμάσαντες Ἰουδαῖοι ἤλπισαν ἀεὶ κρείττους ἔσεσθαι τῶν πολεμούν των. Ταύτην καλεῖ ὁ προφητικὸς λόγος ἀπάτην. Ὁ δὲ θεὸς αὐτοὺς λέγεται καρῶσαι ἢ ἐκστῆσαι, παρὰ πᾶσαν ἐλπίδα τὴν παράδοξον αὐτοῖς ἐκείνην δωρησάμενος σωτηρίαν. Ἔδει δὲ αὐτοὺς συνειδέναι ὡς φειδοῦς τη νι καῦτα παρέσχον ἀφορμὴν τῇ θείᾳ φιλανθρωπίᾳ μεταμελείᾳ χρησάμενοι. Μετὰ δὲ ταῦτα τὴν ὑπερ βάλλουσαν ἀσπα σάμενοι πονηρίαν οὐκ εἰκότως ἐθάρρουν τῇ θείᾳ φιλανθρωπίᾳ. Ἑαυτοὺς τοίνυν ἠ πάτησαν τῆς θείας οἰκονομίας τὴν σοφίαν οὐκ ἐθελήσαντες συνιδεῖν. Οὗ δὴ χάριν φησίν· 11Καὶ ἔσται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες αὐτῷ· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, |136 a| ἐσφράγισται γάρ· 12καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐροῦσιν αὐτῷ· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, οὐκ ἐπίσταμαι γράμματα. Τὸ ἀπειθὲς αὐτῶν καὶ ἀντίλο γον καὶ ἀσύνετον διὰ τούτων τῶν λόγων ἐδήλωσεν. Προλέγει δὲ ὅμως καὶ ἕτερόν τι ὁ θεῖος λόγος. Πάλαι γὰρ τὰς περὶ τοῦ κυρίου προρρήσεις οὔτε Ἰουδαῖοι συνορᾶν ἠδύναντο κεκαλυμμένας καὶ οἱονεὶ σφραγίδων ἐντὸς ἀποκειμένας οὔτε τὰ ἔθνη τὰ προφητικὰ μὴ ἐπιστάμενα γράμματα· μετὰ μέντοι τὴν δεσποτικὴν ἐπιφάνειαν ἀφαιρεθεισῶν τῶν σφραγίδων-τὰ γὰρ πράγματα μαρτυρεῖ τοῖς λόγοις- καὶ πλεῖστοι ἐξ Ἰουδαίων τῶν προρρήσεων ἔμαθον τὴν διάνοιαν καὶ τὰ ἔθνη μεμάθηκε τῆς εὐσεβείας τὰ γράμματα καὶ ἀναγινώσκουσι τὸ βιβλίον, ὃ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων ἐσφραγισμένον ἔτι μεμένηκεν. Πρῶτος δὲ αὐτὸς ὁ κύριος τὰς τῆς προφητ είας περιεῖλε σφραγῖδας· εἰσελ θὼν γὰρ εἰς τὴν συναγωγὴν καὶ λαβὼν τὸν προφήτην Ἡσαΐαν καὶ ἀναγνούς· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν» καὶ τὰ ἑξῆς ἐπήγαγεν· «Σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.» Ὁ μέντοι προφήτης, μᾶλλον δὲ ὁ τούτου θεός, καὶ ἑτέραν αὐτοῖς ἐπάγει κατηγορίαν· 13Εἶπε γάρ φησι κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τῷ στόματι αὐτῶν καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Καὶ ταύτης τῆς μαρτυρίας ὁ κύριος ἐμνημόνευσε τῶν Φαρισαίων κατηγορῶν καὶ διδάσκων ὡς τοῦ θείου νόμου καταφρονοῦντες ἰδίαις ἐχρῶντο νομοθεσίαις. Καὶ ὁ προφήτης δὲ Ἱερεμίας κατηγορεῖ αὐτῶν λέγων· «Ἐγγὺς εἶ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν» <καὶ ὁ μακάριος ∆αυίδ· «Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν> καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ.» Αἰνίττεται δὲ διὰ τούτων τῆς ἀρνήσεως τὴν ὀξύτητα· ὥσπερ γὰρ ἡ γλῶσσα πελάζει τοῖς χείλεσιν, οὕτως φησὶ τῇ ὁμολογίᾳ αὐτῶν ἡ ἄρνησις. 14∆ιὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς μεταθέσει. Οὐ γὰρ μόνον εἰς Βαβυλῶνα ἀπάξω, ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασπερῶ. Καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν αὐτοῦ καὶ τὴν σύνεσιν τῶν <συνετῶν> αὐτοῦ κρύψω. Φροῦδα γὰρ τὰ τῶν Φαρισαίων καὶ γραμματέων· ἀνοίας γὰρ ἦν πλήρης ἡ δοκοῦσα σοφία. 15Οὐαὶ τοῖς βαθέως ποιοῦσι