1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

74

ἔχουσα· «Ὁ λέγων Ἰερουσαλήμ· Οἰκοδομηθήσει καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.» Πότε δὲ τοῦθ' ὑπάρξεται, ἢ ὅταν πάντες οἱ προσηκάμενοι τὸ εὐαγγέλιον διὰ τελείας πίστεως καὶ ἀρετῆς «ἐποικοδομηθῶσιν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, εἰς κατοικητήριον» τῆς Τριάδος; 2.312 Πρὸς τοῖς τεθεωρημένοις, καὶ ἕκαστος τῶν θεοσεβῶν οἶκος θεμελιοῦται καὶ ναὸς οἰκοδομεῖται, κατὰ τὴν Χριστοῦ μαρτυρίαν φάσκοντος· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ ἐλευσόμεθα», ἐγὼ καὶ ὁ Πατήρ μου, «καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» 2.313 Κατισχύουσιν αἱ χεῖρες τῶν Χριστοῦ μαθητῶν, πραττόντων ἃ διαγορεύει τὸ εὐαγγέλιον, πληρώσαντος τοῦ Σωτῆρος τὸν νόμον καὶ τοὺς προφήτας, ἀφ' οὗ τεθεμελίωται ὁ οἶκος καὶ ὁ ναὸς ᾠκοδομήθη, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐπὶ τὴν ἁγιωτάτην παρθένον Μαριάμ, τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτήν. Τότε γὰρ ἀληθῶς ἐπληρώθησαν τῶν ἔμπροσθεν προφητῶν οἱ λόγοι, ἐκβάσεως τετυχηκότων τῶν προθεσπισθέντων. 2.314 Πῶς γὰρ ου᾿̣κ̣ ἰσχύουσιν αἱ χεῖρες τῶν ἀκουόντων τῶν προφητ̣ῶν τῶν̣ λόγων, ὅταν τεχθῇ ἐκ τῆς παρθένου οὗ τὸ ὄνομ̣α κ̣εκλήσεται «μεθ' ἡμῶν ὁ Θεός»· ὅταν γὰρ μεθ' ἡμῶν ὁ Κύριος̣ γένηται, τὸ τηνικαῦτα αἱ χεῖρες ἡμῶν κατισχύουσιν ω῾̣ς ὑμνοῦντας ἀναβοῆσαι· «Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» 2.315 Ἀντιλαβομένου γὰρ τοῦ πτερνίζοντος τὴν κακίαν, τοῦτ' ἔστιν τοῦ Ἰακώβ, Θεοῦ παντοκράτορος ἰσχὺν ὑπερφυῆ κεκτημένοι, ἐπινικίως βοήσωμεν· «Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἐὰν γὰρ ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν Κύριος ὁ Θεός.» Πότε δὲ ταῦτ' ἔσται τὰ κατορθώματα, ἢ ὅτε κατισχύουσιν αἱ χεῖρες ἡμῶν, τοῦ οἴκου θεμελιωθέντος, καὶ τοῦ ναοῦ οἰκοδομηθέντος, κατὰ πάσας τὰς ἀποδοθείσας ἑρμηνείας τοῦ ἐκκειμένου προφητικοῦ ῥητοῦ. 2.316Zach. VIII, 10: ∆ιότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον πρὸς τὸν πλησίον αὐτοῦ. 2.317 Πολλὰ προαναφωνήσας περὶ τῆς ἐσομένης ἐνδόξου ἀποκαταστάσεως τῷ εὐεργετουμένῳ λαῷ καὶ τῆς ἐγέρσεως τῆς ἁγίας Ἰερουσαλήμ, θεμελιουμένου ἐπ' αὐτῆς τοῦ ἁγίου οἴκου καὶ τοῦ ναοῦ οἰκοδομουμένου ἐπ' ὠφελείᾳ καὶ εὐθυμίᾳ τοῦ λαοῦ, οὗ αἱ χεῖρες κατισχύουσιν ἐν τοῖς προφητικοῖς λόγοις, πρὸ τῶν ἡμερῶν τῆς ὑποσχέσεως, ὅτε ἠρήμωτο ἡ πόλις, κρατούντων τῶν αἰχμαλωτισάντων αὐτήν, οὐδαμῶς ὄνησιν εἶχεν ὁ μισθὸς τῶν ἀνθρώπων, κενῶς σπουδαζόντων καὶ ἀν̣η̣ν̣ύτως πραττόντων. 2.318 Πρὸς τῇ τῶν ἀνθρώπων κενοσπουδίᾳ, κα̣ὶ τῶν κτηνῶν ὁ μισθὸς οὐχ ὑπάρχει, οὐκ ἐπὶ συμφέρον τι ἤτοι σπουδαζόντων ἢ ἀχθοφορούντων, τοῦ μισθοῦ τῶν ἀνθρώπων ὄνησιν ἔχοντος καὶ τοῦ τῶν κτηνῶν ὑπάρχοντος, ὅταν ὁ οἶκος θεμελιῶται καὶ ὁ ναὸς οἰκοδομῆται· τότε γὰρ τότε καὶ τῷ ἐκπορευομένῳ καὶ εἰσπορευομένῳ οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως, φημὶ τοῦ ἱδρῶτος καὶ πόνου ἀναντλουμένων ὑπὲρ βελτιώσεως καὶ τέλους τῶν σπουδαζομένων. 2.319 Οὐδαμῶς οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως τῷ εἰσπορευομένῳ καὶ ἐκπορευομένῳ, ἀνηνύτου καὶ ἀνωφελοῦς οὔσης τῆς τῶν ἀνθρώπων καὶ κτηνῶν ἐργασίας, ἔφη· μάταιος ὁ μισθὸς τῶν λογικῶν θνητῶν ζῴων ἔσται καὶ ὁ τῶν κτηνῶν οὐχ ὑπάρξει, ὡς ἐπανίστασθαι τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ, πάσης εὐσταθείας καὶ συμφωνίας πεφυγαδευμένης διὰ θηριωδίαν καὶ ἀγριότητα ὑπάρξασαν ἐκ θυμοῦ καὶ ἀσπόνδου ἔχθρας. 2.320 Ἔστι πρὸς ἀναγωγήν, ἀνθρώπων διὰ τὸ δοκεῖν λόγῳ χρᾶσθαι μάταια πονούντων καὶ σπουδαζόντων μὴ εἶναι τὸν