1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

74

βουλὴν καὶ οὐ διὰ κυρίου, οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν· Τίς ἡμᾶς ἑώρακε καὶ τίς ἡμᾶς γνώσεται, 16οἷα ἡμεῖς ποιοῦμεν; Ταῦτα καὶ κοινὴν ἔχει κατηγορίαν κατὰ τῶν οἰομένων λήσειν τὸν τῶν ὅλων ἔφορον ὀφ θαλμὸν καὶ ἰδίαν γραμματέων καὶ Φαρισαίων, οἳ δόλῳ χρησάμενοι συνεργῷ πολλὰς ἐρωτήσεις τῷ σωτῆρι προσέ φερον πειρώμενοι, ᾗ φησιν ὁ εὐαγγελιστής, παγιδεῦσαι αὐτὸν ἐν λόγῳ, ἀλλὰ καὶ συμβούλιον πολλάκις ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ἀλλ' ὅμως καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς οἰομένοις ἀγνοεῖν τὸν θεὸν τὰ κρύβδην γινόμενα τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου φησίν· Οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Οὐ συνετῶς με ἔπλασας; καὶ τὸ ποίημα τῷ ποιήσαντι· Οὐ συνετῶς με ἐποίησας; Πῶς οἷόν τέ φησι τὸν κεραμέα τὸν πηλὸν ἀγνοεῖν; Εἰ δὲ ἐκεῖνος οἶδεν ὁ διαπλά στης, πόσῳ μᾶλλον ἐγὼ τοῦ κεραμέως ὁ ποιητής. Ἀλλ' ὁ μὲν πηλὸς οὐκ ἀντιλέγει τῷ κεραμεῖ οὐδὲ τῆς ἐκείνου ἐργασίας κα τηγορεῖ-καὶ ταῦτα τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχων· ἐκ πηλοῦ γὰρ κἀκεῖνος-, ὑμεῖς δὲ ἀντιτείν ετε τῷ θεῷ . Μάθετε τοίνυν τὴν ἐντεῦθεν ὑμῖν ἐσομένην βλάβην· ὥσπερ γὰρ ὁ κεραμεὺς τὰ ἤδη πλασθέντα καὶ μηδέπω πυρὶ ὁμιλήσαντα ἀνασκευάσαι δύναται καὶ πάλιν ἕτερα ἀντ' ἐκείνων κατασκευάσαι, οὕτως ἐγὼ μὲν ὑμᾶς ἀπώσομαι, τὰ δὲ ἔθνη προσλήψομαι καὶ τὴν ἐν ὑμῖν ἀνθοῦσαν πνευματικὴν χάριν εἰς ἅπαςαν τῶν ἀνθρώπων μεταθήσω τὴν φύσιν. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς δεδήλωκεν· 17Οὐχὶ ἔτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμὲλ καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται; Λίβανον τὰ ἔθνη καλεῖ διὰ τὴν προτέραν ἀσέβειαν, καὶ αὐτὸ δὲ τὸ ὄρος οὐκ Ἰουδαίων ἦν ἀλλ' ἐθνῶν. Χερμὲλ δὲ τὸν Κάρμηλον· ὄρος δὲ τοῦτο πολυφόρον καὶ πολύκαρπον ἐν τῇ τοῦ Ἰσραὴλ κείμενον χώρᾳ. Τροπικῶς τοίνυν διδάσκει τὴν τῶν ἐθνῶν καὶ τῶν Ἰουδαίων |136 b| ἐναλλαγήν· δοθήσεται γάρ φησι τῷ Λιβάνῳ-τουτέστι τοῖς ἔθνεσιν- ἡ τοῦ Καρμήλου -τουτέστι τῶν Ἰουδαίων- εὐ καρπία, ὁ δὲ Κάρμηλος- τουτέστιν Ἰουδαῖοι-δρυμὸς ἔσονται ἄκαρπος. Καὶ ὁρῶμεν τὴν τῆς προφητείας ἀλήθειαν· καὶ γὰρ καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν ἀκαρπίαν μιμοῦνται δρυμόν. 18Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου. Οἱ μὴ εἰδότες γράμματα, οἱ ἐξ ἐθνῶν πεπιστευκότες, οἱ μὴ δυνάμενοι διαγνῶναι τὸν προφητικὸν χαρακτῆρα, οὗτοι τούτων ἐπακούσονται προθύμως τῶν λόγων. Καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται. Ἀληθῶς ἦσαν ἐν σκότῳ καὶ ὁμίχλῃ καθήμενοι τὴν κτίσιν ὁρῶντες καὶ τὸν ταύτης ποιητὴν ἀγνοοῦντες, ἀλλ' ὅμως καὶ οὗτοί φησιν ὄψονται τῆς ἀληθείας τὸ φῶς. 19Καὶ ἀγαλλιά σονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνῃ. Τοὺς αὐτοὺς καὶ πτωχοὺς ὀνομάζει τοῦ παναγίου πνεύματος τὴν εὐπορίαν οὐκ ἐσχηκότας. Καὶ οἱ ἀπελπισμένοι τῶν ἀνθρώπων πλη σθήσονται εὐφροσύνης. Ἀπεγνωσμένοι γὰρ ὑπὸ Ἰουδαίων παρὰ πᾶσαν ἐλπίδα τῆς σωτηρίας ἀπέλαυσαν. 20Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ 21καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ. Τῶν ἐθνῶν προθεσπίσας τὴν σωτηρίαν προλέγει καὶ τῶν ἀπιστησάντων Ἰουδαίων τὴν τιμωρίαν. ∆ιαφερόντως δὲ αὐτῶν τῶν ἀρχιερέων καὶ γραμματέων κατηγορεῖ· οὗτοι γὰρ ἁμαρτάνειν τῇ γλώττῃ τοὺς ὑπηκόους ἠνάγκαζον· καὶ μάρτυς ὁ εὐαγγελιστὴς διδάσκων ὡς ἐκέλευσαν ἅπαντας τοὺς ὁμολογοῦντας τὸν σωτῆρα Χριστὸν ἀποσυναγώγους γενέσθαι. Πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσι καὶ ἐπλαγίαςαν ἐν ἀδίκοις δίκαιον. Οὕτω φησὶν ἔφευγον τοὺς μετὰ παρρησίας ἐλέγχοντας, ἐκκλίνοντες λίθον ἐν μέ σῳ κείμενον καὶ προσπ<τ>αίειν παρασκευάζοντα. Καὶ μέντοι καὶ τοῖς ἀπατηλοῖς αὐτῶν λόγοις τοὺς ἁπλότητι συζῶντας ἀπέτρ ε πον τῆς εὐθείας ὁδοῦ. 22∆ιὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ. Πολλῶν ἐ γένετο παίδων Ἀβραὰμ ὁ πατριάρχης πατήρ· καὶ γὰρ Ἰσμαὴλ ἐξ Ἀβραὰμ καὶ οἱ ἐκ τῆς Ῥεύμ ας τεχθέντες· καὶ