1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

75

μέντοι καὶ ὁ Ἠσαῦ ἐκεῖθεν κατάγει τὸ γένος. Αἰνίττεται τοίνυν ὁ λόγος τὴν τοῦ θεοῦ εὐεργεσίαν καὶ ὅτι οὐ τῇ φύσει προσέχει ὁ δίκαιος κριτὴς ἀλλὰ πίστιν ζητεῖ. Εἰ γὰρ τοῦ Ἀβραάμ φησιν ἠγά πων τὸ γένος, πάντας ἂν τοὺς ἐξ Ἀβραὰμ τῆς ἴσης κηδεμονίας ἠξίωσα· ἐπειδὴ δὲ ἀρετὴν ζητ ῶ , προτετίμηκα τῶν ἄλλων τὸν Ἰακώβ. Τοῦτον δὲ ὑμεῖς ῥίζαν αὐχεῖτε τοῦ γένους. Εἶτα διδάσκει ὁ προφήτης, τίνα τοῦ γένους εἴρηκεν· Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον αὐτοῦ μεταβαλεῖ· 23ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου καὶ ἁγιάζουσι τὸν ἅγιον τοῦ Ἰακὼβ καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. 24Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Ἰα κὼ β τοὺς ἐξ Ἰακὼβ καλεῖ. Τούτων δὲ ἀναίδειαν κατηγορεῖ καὶ διδάσκει ὡς πολλὴν δεξάμενοι διδα σκαλ ίαν οὐκ ἐνετράπησαν, μετὰ δὲ τὰς συμφορὰς τὴν ὠφέλειαν ἐδέξαντο· καὶ γὰρ μετὰ τὴν ἀπὸ τῆς Βα βυλῶνος ἐπάνοδον ἀπέστησαν τῆς περὶ τὰ εἴδωλα πλάνης. Ἁρμόττει δὲ κυρίως ἡ προφητεία τοῖς ἐξ αὐ τῶν εἰς τὸν σωτῆρα πεπιστευκόσι Χριστόν· οὗτοι γὰρ ἀληθῶς πρῶτον μὲν ἐγόγγυσαν, ὕστερον δὲ ἐπίστευσα ν. Ἐγόγγυσαν γάρ φησιν «Ἰουδαῖοι λέγοντες· Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;» Οἱ δὲ ἐξ αὐτῶν ὕστερον πιστεύσαντες τῆς σωτηρίας ἀπέλαυσαν. Καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην· ἀντὶ γὰρ τῆς βλασφημίας ὑμνῳδίαν προσφέρουσιν. [̓Εντεῦ θεν μετα φέρει τὸν λόγ ον εἰς Αἴγυπτον. Τῆς γὰρ Ἱερουσαλὴμ ἐμπρησθείσης καὶ τῶν πλείστων ἀπαχθέντων δορυα λώτων, οἱ λοιποὶ διέφυγον τῶν πολεμίων τὰς χεῖρας <καὶ> κατ' αὐτῶν ἠθροίσθησαν. Ναβουζαρδὰν δὲ τού τοις ὁ ἀρχιμ άγειρος ἄρχοντα ἐδεδώκει τὸν Γοδολίαν. Τοῦτον ὁ Ἰσμαὴλ ἀνεῖ λε τῆς ἡγεμονίας ἐπιθυμή σας. ∆είσαντες οὖν οἱ λοιποὶ φυγεῖν εἰς Αἴγυπτον ἠβουλήθησαν. Τούτους ὁ προ φήτης Ἱερε μίας πολλοῖς χρώμενος λόγοις ἐπισχεῖν ἐπειράθη, ἀλλὰ τῆς ἀπειθοῦς αὐτῶν καὶ ἀτε ράμονος οὐ περιεγένετο γνώμης· κατέλαβον γὰρ τὴν Αἴγυπτον. Τούτοις ὁ θεὸς διὰ τοῦ προ φήτου λέγει · 301Οὐαὶ τέκνα ἀποστάται. Καὶ καλεῖ τέκνα τοὺς πατέρα καλεῖν αὐτὸν οὐκ ἐθέλοντας καὶ τούτους θρηνεῖ φιλόστοργον μητέρα μιμούμενος· θρῆνος γάρ ἐστι τὸ οὐαί. Ἐποιήσατε βουλὴν καὶ |137 a| οὐ δι' ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου τοῦ προσθεῖναι ἁμαρτίας ἐπὶ ἁμαρτίαις. Οὐ κ ἐλάλησε γὰρ αὐτοῖς διὰ τοῦ προφήτου τὸ πανάγιον πνεῦμα, αὐτοὶ δὲ βλασφήμοις κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐχρήσαντο λόγοις καὶ τετολμήκασιν εἰπεῖν ὡς, ἐξ οὗ τῆς τῶν εἰδώλων ἀπέστη σαν θεραπείας, ταῖς παντοδαπαῖς περιέπεσον συμφοραῖς. 2Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν τοῦ βοη<θη>θῆναι ὑπὸ τοῦ Φαραὼ καὶ σκεπα σθῆναι ὑπὸ Αἰγυπτίων. Εἶτα δείκνυσι τὸ ἀνόητον τῆς φυγῆς· 3Ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ' Αἰγυπτίους ὄνειδος. 4Ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ αὐτοῦ καὶ ἄγγελοι αὐτοῦ πονηροί· μάτην κοπιάσουσι 5πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν οὐδ' εἰς ὠφέλειαν ἀλλ' εἰς αἰσχύνην καὶ ὄνειδος. ∆ιαβάλλει τῶν Αἰγυπτίων τοὺς ἄρχοντας ὡς βλάψαι μὲν ἱκανούς, εἰς ὠφέλειαν δὲ ἀδρανεῖς. Προεῖπε δὲ καὶ τῆς καταφυγῆς τὸ ἀκερδές, μᾶλλον δὲ τὸ ἐπονείδιστον. Ἐπιστρατεύσας γὰρ καὶ κατ' ἐκείνων ὁ Βαβυλώνιος καὶ αὐτοὺς καὶ τοὺς ἐκεῖ καταφυγόντας Ἑβραίους ἐνίκησε καὶ ἀνδραποδίσας ἀπήγαγεν. Παιδευόμεθα τοίνυν ἡμεῖς τὴν ∆αυιτικὴν μελῳδίαν λέγειν· «Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχουσιν.» Ταύτῃ γὰρ τῇ ἐλπίδι φραττόμενοι, κἂν ὑπὸ μυρίων κυκλωθῶμεν κακῶν, κρείττους ἐσόμεθα τῶν δεινῶν· «Πάντα» γάρ φησι «τὰ ἔθνη ἐκύκλωσάν με, ἐγὼ δὲ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς.» Ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.