1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

76

Θεὸς τοῖς καταλοίποις τοῦ λαοῦ τούτου. 2.330 Ὡς πρὸς ῥητόν, ἐπήγγελται τὰ προκείμενα τῷ καιρῷ τῆς ἐπιστροφῆς τῶν αἰχμαλώτων, καθ' ὃν οἱ εὖ παθόντες, ε̣υ᾿̣χ̣αριστοῦντες εἶπον· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι», ὅτε οὐκέτι ποιεῖ Θεὸς τοῖς καταλοίποις τοῦ ἐκλεκτοῦ λαοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ὅτε ἠρήμωτο ἡ Ἰερουσαλήμ, λοιπὸν εἰρήνην Θεοῦ παρέχοντος, καθ' ἣν ἀνέπεμψαν προσευχὴν φάσκοντες· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.» 2.331 Ὑπῆρκται δὲ τὰ τῆς λαμπρᾶς ἀποκαταστάσεως νοητῶς ὅτε ἐλήλυθεν ὁ λέγων· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.» Τὰ αὐτὰ ἐπαγγέλλεται καὶ ἐν Ἀμὼς τῷ προφήτῃ φάσκων· «Ἐπιστρέψω αἰχμαλωσίαν λαοῦ μου Ἰσραὴλ καὶ οἰκοδομήσουσιν τὰς πόλεις τὰς ἠφανισμένας καὶ καταφυτεύσω αὐτούς.» 2.332 Τούτων τῶν χαρίτων καὶ δωρεῶν θείων δοθεισῶν ὑπὸ τοῦ μεγαλοδώρου, εἰρήνη ἔσται, ἀνατείλασα μετὰ δικαιοσύνης, ἐν ταῖς ἡμέραις τῆς ἐπιδημίας τοῦ λαβόντος παρὰ Θεοῦ τὸ κρίμα βασιλέως, περὶ οὗ εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνην καὶ πλῆθος εἰρήνης», ὡς μὴ εἶναι ὅριον τῆς εἰρήνης αὐτοῦ, τῷ μὴ ἑνὸς ἔθνους ἀλλὰ πάντων τῶν ἐθνῶν καὶ τῆς οἰκουμένης πάσης βασιλευομένων ὑπ' αὐτοῦ, εἰρηκότος πρὸς τοὺς γνωρίμους καὶ ὑπ' αὐτῷ στρατεύεσθαι βουλομένους· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ἔφη, πολλῆς ἀταραξίας ἐπικρατούσης, καὶ μη`̣ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ποιῶν τοῖς καταλοίποις τοῦ Ἰσραήλ, παρασκευάσει ὑπερβάλλουσαν εὐκαρπίαν, διδούσης τῆς ἀμπέλου τὸν καρπὸν αὐτῆς καὶ τῆς γῆς τὰ οἰκεῖα γενήματα, καὶ τοῦ οὐρανοῦ τὴν κατάλληλον δρόσον. 2.333 Ἄμπελος δὲ οἰστικὴ τοῦ ἰδίου καρποῦ ἡ πνευματικὴ θεωρία τῆς ἀληθείας ἐστίν, καὶ ἡ κατ' αὐτὴν πεποιωμένη λογικὴ οὐσία, ἐκπεφυκυῖα ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς μετουσίας τρόπῳ. Περὶ ταύτης τῆς ἀγωγῆς, ἐν Εὐαγγελίῳ εἶπεν ὁ Σωτήρ· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· πᾶν κλῆμα μένον ἐν ἐμοί, καθαίρει αὐτὸ ὁ Πατήρ, ἵνα πλείονα καρπὸν φέρῃ.» 2.334 Περὶ τούτων τῶν κλημάτων ἀρχὴν καρποφορίας ἐχόντων ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων γέγραπται· «Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν.» Προκόψας δ' ὁ καρπὸς καὶ ἐλθὼν εἰς τελειότητα τρυγᾶται, καὶ εἰς ληνὸν βληθεὶς ἐκθλίβεται, καὶ γίνεται πόμα εὐφραῖνον τὴν καρδίαν τοῦ πιόντος, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.» 2.335 Περὶ τῆς πνευματικῆς τρυγῆς, ὑπερλήνιοι ᾠδαὶ ἀνεγράφησαν, οἷαί εἰσιν ἡ ὀγδόη, καὶ ὀγδοηκοστή, καὶ τρίτη καὶ ὀγδοηκοστή· οὗτοι γὰρ μόνοι οἱ τρεῖς Ψαλμοὶ ἀπὸ τῶν ἑκατὸν πεντήκοντα «ὑπὲρ τῶν ληνῶν» ἐπεγράφησαν. 2.336 Ἁρμονίως κατ' ἀναγωγὴν τῇ δούσῃ ἀμπέλῳ τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, τελεσφορήσασα ὃν ἔβαλεν Ἰησοῦς ἐπ' αὐτὴν σπόρον, ὡς δοῦναι ἑκατόν, ἑξήκοντα, τριάκοντα, κατὰ τὴν ἑρμηνείαν τῆς παραβολῆς τὴν γὰρ καλὴν καὶ εὐθύτητα καρδίαν ἔχουσαν, ἀγαθὴν γῆν ἡρμήνευσεν ὁ Σωτήρ. 2.337 ∆ίδοται δὲ ταῦτα τὰ γενήματα τῆς γῆς τῷ σπείραντι ἐν δάκρυσιν, τοῦτ' ἔστιν σὺν ἱδρῶτι καὶ πόνῳ, τὰ θεῖα σπέρματα, ἵνα θερίσῃ αὐτὰ ἐν ἀγαλλιάσει. Περὶ γὰρ τούτων τῶν σπειρόντων, οὐκ αἰσθητῶς τοῦτο ποιούντων ἀλλὰ νοητῶς, ἔν τινι ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται· «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν· πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.» 2.338 Περὶ τῆς τοιαύτης εὐθηνίας, πνευματικῆς οὔσης, καὶ ἐν Ὠσῆε τῷ προφήτῃ ὁ θεῖος προστάττει λόγος· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης.» 2.339 ∆ίδωσιν ἡ ἀποδοθεῖσα ἄμπελος τὸν