1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

76

9 ΤΟΜΟΣ Θʹ

Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Τῆς αὐτῆς ἔχεται διανοίας καὶ

ταῦτα· κατηγορεῖ γὰρ τῶν εἰς Αἴγυπτον καταπεφευγότων καὶ τῆς θείας βοηθείας κατα πεφρονηκότων. Ἔρημον δὲ καλεῖ τὴν Ἱερουσαλήμ· ἔρημος γὰρ ἦν τηνικαῦτα, ἀνάστατος ὑπὸ τοῦ Ναβουχοδονόσορ γεγενημένη. Τετράποδα δὲ προσαγορεύει τοὺς τὴν ἀλογίαν νενοσηκότας καὶ τὸν εὐεργέτην καὶ ποιητὴν οὐκ ἐπεγνωκό τας. «Ἄνθρωπος» γὰρ «ἐν τιμῇ ὢν οὐ συνῆκε, παρα συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων θησαυροὺς αὐτῶν καὶ ἐπὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς. Καὶ διδάσκων ποῖον τὸ ἔθνος, ἐπήγαγεν· 7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς. Τὴν πολλὴν αὐτῶν πονηρίαν ὁ προφητικὸς αἰνιττόμενος λόγος οὐ κτήνεσιν ἀλλ' ἰοβόλοις ἀπεικάζει θηρίοις· διὰ γὰρ τοῦ λέοντος καὶ τοῦ σκύμνου δεδήλωκε τὸ θρασύ, διὰ δὲ τῶν ἀσπίδων τὸ πονηρὸν καὶ τὸ πικρόν. ∆ιδάσκει δὲ ὡς διὰ τῶν ἀχθοφόρων ζῴων μετεκόμιζον εἰς τὴν Αἴγυπτον ὅσα τῶν Βαβυλωνίων τὰς χεῖρας διέφυγεν. Καὶ προλέγει μηδεμίαν αὐτοῖς ὠφέλειαν ἐκεῖθεν γενήσεσθαι. Ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις αὐτῷ αὕτη. Κελεύεται ὁ προφήτης διαμαρτύ ρασθαι ὡς ἀνόνητον τὸ γινόμενον καὶ οὐδεμίαν αὐτοῖς ἢ παραψυχὴν ἢ ὠφέλειαν παρέχον. 8Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίων ταῦτα καὶ εἰς βιβλίον ἐγχάραξον αὐτά, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα εἰς μαρτύριον ἐν καιρῷ καὶ ἐμφανῆ εἰς τὸν αἰῶνα. Τινὲς ᾠήθησαν ἐπὶ τοὺς Ἀσσυρίους καταπεφευγέναι τοὺς νῦν κατηγορουμένους εἰς Αἴγυπτον, ἀλλ' οὔτε ἡ ἱστορία τοῦτο διδάσκει οὔτε ἡ προκειμένη προφητεία. Ἡ μὲν γὰρ ἱστορία τὰ ἐπὶ Ἱερεμίου τοῦ προφήτου σαφῶς λέγει, ἡ δὲ προφητεία διδάσκει ὡς ὁ τῶν ὅλων θεὸς ἐκέλευσεν ἀνάγραπτον γενέσθαι τὴν πρόρρησιν· ὅτι ἔσται φησὶν εἰς ἡμέρας ταῦτα εἰς μαρτύριον, τουτέστι μετὰ χρόνον ταῦτα πραχθήσεται· γενέσθω τοίνυν ἔγγραφος ἡ μαρτυρία. Ἐδέξατο δὲ τέλος ἡ πρόρρησις μετὰ τεσσαράκοντα καὶ ἑκατὸν ἔτη· τοσαῦτα γὰρ εὑρεθή σεται ἐκ τοῦ πρώτου ἔτους τῆς βασιλείας Ἐζεκίου μέχρι τῆς εἰς Αἴγυπτον φυγῆς ἣ μετὰ τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ ἐγεγόνει. 9Ὅτι λαός ἐστιν ἀπειθής, υἱοὶ ψευδεῖς οἳ οὐκ ἐβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ. Σαφῶς αὐτοῖς διαρρήδην ὁ θεῖος Ἱερεμίας ἀπηγόρευσε τὴν φυγήν, καὶ ὁ θεὸς διὰ τοῦ προφήτου παρηγγύησε μεῖναι, ὑπισχνούμ ενος πειθομένοις μὲν σωτηρίαν, ἀπειθοῦσι δὲ τιμωρίαν· καὶ διέμειναν ἀντιλέγοντες. 10Οἱ λέγοντες τοῖς προφήταις· Μὴ |137 b| ἀν αγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν· Μὴ λαλεῖτε ἡμῖν ὀρθῶς ἀλλὰ λαλεῖτε ἡμῖν λαλίαν καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν 11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης καὶ ἀφέλετε ἡμᾶς τὴν τρίβον ταύτην καὶ ἀφέλετε ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Ὁ Σύμμαχος ἀντὶ τοῦ· λαλεῖτε ἡμῖν λαλίαν, «λαλεῖτε ἡμῖν λεῖα» τέθεικεν, ὁ δὲ Ἀκύλας «ὀλισθηρά», ὁ δὲ Θεοδοτίων «ὀλισθήματα». Αἰνίττεται δὲ ὁ λόγος, ὡς τὴν πλατεῖαν ὁδεύειν ἐβούλοντο τὴν ἀπάγουσαν εἰς τὴν <ἀπώλειαν καὶ οὐ τὴν τεθλιμμένην τὴν ἀπάγουσαν εἰς τὴν> ζωήν. Ταὐτὸ δὲ τοῦτο σημαίνει καὶ τῶν Ἑβδομήκοντα ἡ ἑρμηνεία· λαλία γὰρ ἡ φιλαργυρία καλεῖται, ὅταν ἡ παρατέλευτος ἔχῃ τὸν τόνον. Τοιοῦτος ἦν Ἀχαὰβ περὶ τοῦ Μιχαίου λέγων· «Μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ ἀγαθὰ ἀλλ' ἢ κακά.» Τοιαῦτα δὲ καὶ οὗτοι περὶ ὧν ὁ λόγος πρὸς Ἱερεμίαν ἔλεγον τὸν προφήτην· «Τὸν λόγον, ὃν ἀπεκρίθης καὶ ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι κυρίου, οὐκ ἀκούσομέν σου, ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ