1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

77

ἐδώδιμον καὶ εὐφραίνοντα καρπὸν καὶ τὰ γενήματα ἑαυτῆς ἡ ἀγαθὴ γῆ, τοῦ οὐρανοῦ δεδωκότος τὴν δρόσον αὐτοῦ. Νοήσομεν δὲ τίς ἡ δρόσος αὕτη, γνόντες τίς ὁ διδοὺς αὐτὴν οὐρανός, οὐχ ἕτερος ὢν τάχα τοῦ φοροῦντος ἀνθρώπου «τὴν εἰκόνα τοῦ ἐπουρανίου», ἔχοντος «ἐν οὐρανῷ τὸ πολίτευμα». Περὶ πάντων τῶν μεμορφωμένων κατὰ τὸν ἐπουράνιον Σωτῆρα, πληθυντικῶς λέγεται ἐν ὀκτωκαιδεκάτῳ Ψαλμῷ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» 2.340 Περὶ τούτων καὶ ἐν ᾠδῇ μεγάλῃ ἐν ∆ευτερονομίῳ γέγραπται· «Εὐφράνθητε, οἱ οὐρανοί, ἅμα αὐτῷ», τῷ Σωτῆρι δηλονότι. Πῶς γὰρ οὐχ ἅμα αὐτῷ γεγήθασιν καὶ ἀγαλλιῶνται, μορφωθέντες κατ' αὐτόν, κατὰ τὴν παίδευσιν τοῦ ἱεροῦ Ἀποστόλου Παύλου, ὅπου μὲν γράφοντος περὶ τω῀̣ν πιστῶς καὶ γνησίως θεοσεβούντων· «Οὓς προέγνω και`̣ π̣ρ̣οώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»· ὅπου δέ· «Φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου.» 2.341 Τοὺς οὕτω διαπρέψαντας ἐν ἠθικῇ ἀρετῇ καὶ διανοητικῇ, «κατηρτισμένους τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ἕνα οὐρανὸν κατὰ συμφωνίαν ῥητέον, διδόντα πνευματικὴν δρόσον. Ἀλλὰ καὶ ἕκαστος τῶν τοιούτων δίδωσιν τὴν ἰδίαν δρόσον, παραπλησίως τῷ λέγοντι ἱεροφάντῃ Μωϋσεῖ· «Προσδοκάσθω ὡς ὑετὸς ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου.» 2.342 Ὅμως εἰ καὶ ὑπὸ τῶν ἑρμηνευθέντων οὐρανῶν δίδοται, ἀλλ' οὖν ὑπὸ τοῦ δεσπότου τῶν οὐρανῶν προηγουμένως χορηγεῖται, κατὰ τὴν Ἠσαίου θείαν φωνὴν ὧδε ἔχουσαν· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἔσται.» 2.343 Καὶ ἐπεὶ περὶ τῆς νοητῆς δρόσου ἰατικῆς οὔσης εὐφραίνονται οἱ ἐν τῇ γῇ τυχόντες αὐτῆς, καὶ τοὺς ἀνισταμένους νεκροὺς καὶ ἐκ τῶν μνημείων ἐξερχομένους μεθέξειν αὐτῆς ῥητέον, τότε μάλιστα ὅτε ἐλθόντος τοῦ τελείου καθ' ὃ προσβάλλει τις πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ, τὸ ἐκ μέρους καὶ δι' ἐσόπτρου θεωρεῖν πεπαύσεται, ἐπικρατήσαντος τοῦ πληρέστατα θεωρηθησομένου. 2.344 Περὶ τῆς οὕτως ἀποδοθείσης δρόσου ἐκλήμψει καὶ τὴν τοῦ Ἰσαὰκ πρὸς τὸν Ἰακὼβ εὐλογίαν, ἔνθεν ἀρχομένην· «Ἀπὸτῆς δρόσου τοῦ οὐρανοῦ, καὶ τῆς πιότητος τῆς γῆς.» 2.345 Τὰ ὑπάρξαντα πάντα τῷ λυτρωθέντι λαῷ ἀπὸ τῆς Βαβυλῶνος, Θεοῦ κατακληρονομήσαντος, ἐδόθη. 2.346 Καὶ ἐπεὶ παθητικῶς τὸ κατακληρονομήσειν τὸν Θεὸν τοῖς καταλοίποις τοῦ λαοῦ πάντα εἴρηται, δηλαδὴ τὸν τῆς ἀμπέλου καρπόν, καὶ τῆς γῆς τὰ γενήματα, καὶ τοῦ οὐρανοῦ τὴν δρόσον, ἀμφοτέρως αὐτὸ ἐκλημπτέον, ἐνεργητικῶς τε καὶ παθητικῶς. 2.347 Ἐνεργητικῶς μὲν οὕτως· εἴρηται μέρις καὶ κληρονομία Θεοῦ ὁ Ἰσραήλ, οὐ δι' ἀλλό τι ἢ διὰ προσούσας ἀρετάς, προαιρετικῶς καὶ ἑκουσίως πραχθείσας τε καὶ θεωρηθείσας. Τῆς αὐτῆς ἔχεται νοήσεως καὶ τό· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», πάντων τῶν ἀνθρώπων κληρονομουμένων τῇ εὐσεβεῖ πίστει καὶ ἔργοις ἀρετῆς ὑπὸ τοῦ Σωτῆρος. 2.348 Εἰ δὲ πάθος σημαίνοιτο ὑπὸ τοῦ ὑπτίου ῥήματος τοῦ κληρονομήσει, νόησις ἔσται τοιαύτη· ὁ Θεὸς κληρονομήσει τὰ προειρημένα πάντα, διδοὺς αὐτὰ κληρονομίας τρόπῳ τοῖς καταλοίποις τοῦ λαοῦ αὐτοῦ, οὗτοι δ' εἰσὶν οἱ κατὰ τὸν προφήτην Ἠσαίαν λέγοντες· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ὡμοιώθημεν.» Καὶ μεθ' ἕτερα· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Ταύτας τὰς προφητικὰς φωνὰς παραλαβών, ὁ Ἀπόστολος ἐπιφέρει αὐταῖς λέγων οὕτω· «Καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν, οὐκ ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.» 2.349 Σαφηνισθέντος ὡς οἷόν τε ἡμῖν τοῦ προκειμένου ῥητοῦ, τὰ ἑξῆς ἐκθώμεθα. 2.350Zach. VIII, 13-15: Καὶ