1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

78

ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς καρδίαις ὑμῶν. ∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτως παρατέταγμαι κα̣ι`̣ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα. 2.351 Τὸ ὑποπεσεῖν ἀνιαροῖς καὶ κατάρᾳ, οὐκ ἄλλοθεν ἢ ἐξ ἁμαρτίας καὶ ἀσεβείας, τῆς εὐλογίας τοῖς δικαίοις θεόθεν διδομένης, δι' ἃ πράττουσιν καὶ φρονοῦσιν ὀρθῶς. Αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι, ἐλευθέραν τε καὶ αὐτόνομον προαίρεσιν ἔχοντες, παρ' ἑαυτοὺς πράττουσιν ἤτοι τὰ κόλασιν ἢ ἐπαγγελίας θείας ἐπάγοντα. Ἀμέλει γοῦν ᾧπερ τρόπῳ γίνονται ἐν κατάρᾳ, τούτῳ καὶ εὐπαθείᾳ καὶ εὐλογίᾳ. 2.352 Αὐτίκα γοῦν αὐτὸς ὁ πάντων ἀγαθῶν αἴτιος τῷ Ἰούδᾳ καὶ Ἰσραήλ φησιν· Ἀσεβούντωνκαὶ παρανομούντων τῶν πατερῶν ὑμῶν ὡς παροργίσαι με κατ' αὐτῶν, οὐ μετενόησα, ἀλλ' ἐπήγαγον ἃ εἰκὸς παθεῖν τοὺς παροργίσαντας, οὕτω νῦν παρατέταγμαι καὶ διενοήθην σῶσαι τοὺς τοῦ Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα. 2.353 Ἔστι δὲ τούτων ἐκ τῶν θεοπνεύστων γραφῶν μαρτυρίας παραγαγεῖν. 2.354 Ἥμαρτόν ποτε καὶ ἠσέβησαν ὑπερβαλλόντως οἱ τὴν Νινευὴν οἰκοῦντες, ὡς τὴν κραυγὴν τῆς κακίας πρὸς τὸν Θεὸν ἀναβῆναι τιμωρίαν ἀπαιτοῦσαν, ὡς τὸν προνοητὴν καὶ κριτὴν τῶν ἁπάντων εἰπεῖν· «Ἔτι τρεῖς ἡμέρας, καὶ Νινευὴ κατασκαφήσεται.» Τοῦτο μαθόντες οἱ ὑπαίτιοι, κηρύξαντος αὐτοῖς Ἰωνᾶ τοῦ προφήτου, καθ' ὑφήγησιν τοῦ ἀπειλήσαντος εἰς μετάνοιαν ἐληλύθασιν, ὥσθ' ὁμολογῆσαι καὶ πρᾶξαι τὰ λύοντα τὴν προλαβοῦσαν κακίαν. Τούτοις μὲν οὖν μεταγνοῦσιν μετενόησεν ὁ προαναφωνήσας τὴν κατ' αὐτῶν κάκωσιν, τὴν αἰτίαν τῆς εὐεργεσίας λαβών, τούτου ἐπὶ Σοδομιτῶν οὐ συμβάντος, διὰ τὸ ἔμμονον τῆς ἀσεβείας καὶ ἁμαρτιῶν αὐτῶν, καίτοι τοῦ ἵλεω Θεοῦ εὑρεῖν βουλομένου ἐξ αὐτῶν ἀφορμὴν εὐποιΐας. 2.355 Φησὶν γα´̣ρ· «Κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κακίαν αὐτῶν τὴν ἀναβᾶσαν πρὸς ἐμὲ συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ», μόνον οὐχὶ λέγων· Ἐκκαλεσαμένης με τῆς κραυγῆς τῶν μεγάλων ἁμαρτημάτων, συγκαταβαίνω ἵν' ἂν εὑρεθῶσιν τὰς μεγάλας ἁμαρτίας ἔτι πράττοντες, συντελεσθῶσιν ὑποπεσόντες τῇ προαναφωνηθείσῃ τιμωρίᾳ, εἰ δὲ εὑρεθεῖεν μετρίως ὑποκείμενοι οἷς ἀσεβῶς ἐφρόνουν καὶ τοῖς ἀπηγορευμένοις ἔργοις, γνῶ αὐτοὺς ὡς ἡμετέρους, κατὰ τὸ γεγραμμένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.» 2.356 Ταύτῃ τῇ διανοίᾳ τὸ τῆς ἐκλογῆς σκεῦος Παῦλος Γαλάταις ἐπιστέλλει· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύετε τοῖς φύσει μὴ οὖσιν θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ.» Γινώσκει γὰρ τοὺς γνόντας αὐτόν, οὐ τότε ἀρχὴν λαμβάνων τοῦ ἐπίστασθαι αὐτούς, ἀλλὰ τοῦ ἀνακρίνασθαι αὐτοῖς ὡς γινώσκων προγινωσκομένους, οὐδαμῶς πρὸς τοὺς φαύλους ἔτι ἐπιμένοντας τῇ κακίᾳ συμβαίνοντος τούτου. 2.357 Λέγεται γοῦν ὑπὸ τοῦ Σωτῆρος τοῖς διαμείνασι κακοῖς μέχρι τοῦ καιροῦ τῆς συντελείας τοῦ κόσμου καὶ φανερώσεως τοῦ κριτοῦ τῶν ὅλων, αὐτοῦ δηλονότι ὄντος· «Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας· οὐδέποτε ὑμᾶς ἔγνων», τοῦτ' ἔστιν οὐδέποτε πεῖραν ἢ μετοχήν μου ἐσχήκατε, οὐδὲ ἐγὼ ὑμῶν. Εἰ γὰρ τὸ προχείρως γινώσκειν λαμβάνοιτο, ταὐτὸν εἴη τῷ ἐπίστασθαι, πῶς ᾔδει αὐτοὺς ἐργάτας ἀνομίας ὄντας; 2.358 ∆ιττοῦ τοίνυν τοῦ γινώσκειν καὶ τοῦ μὴ φερ̣ο̣μένου ἐν ταῖς θεοπνεύστοις γραφαῖς, κατὰ τὸ ἕτερον πάντας ἐπίσταται ὁ καρδιογνώστης Θεὸς τούς τε δικαίους καὶ ἁμαρτωλούς· αὐτίκα γοῦν ὅταν «καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ» ὁ ἐρχόμενος «κρῖναι» βασιλεὺς