79
γενόμενοι, πολὺς δὲ ἦν ὁ ἐν μέσῳ χρόνος τῶν τε ἐπὶ τοῦ μεγάλου Μωυσέως καὶ τῶν ἐπὶ τοῦ βασιλέως Ἐζεκίου γεγενημένων, εἰκότως ἔφη· Ἰδοὺ τὸ ὄνομά μου ἔρχεται διὰ χρόνου πολλοῦ. Ὄνομα δὲ ἐκάλεσε τὴν δόξαν καὶ τὴν ἀπὸ τοῦ θαύματος περιφάνειαν. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν· Καιόμενος ὁ θυμὸς αὐτοῦ μετὰ δόξης. Τὸν μὲν γὰρ Ἀσσύριον κολάσει, αὐτὸν δὲ πάντες ὑμνήσουσιν ἐπὶ τούτῳ. Τὸ λόγιον τῶν χειλέων αὐτοῦ λόγιον ὀργῆς πλήρης, τὸ λόγιον τῆς γλώσσης αὐτοῦ. Εἶτα δείκνυσι τοῦ θείου προστάγματος τὴν ἰσχύν· Ὡς πῦρ ἔδεται· 28καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου. Ἐνταῦθα σημαίνει τὸν τῆς πόλεως κίνδυνον· ἐῴκει γὰρ ἀνθρώπῳ μέχρι τοῦ τραχήλου δεξαμένῳ τὴν τοῦ ὕδατος προσβολὴν καὶ προσδοκήσαντι συγκαλύπτεσθαι, εἶτα παρ' ἐλπίδα πᾶσαν ἀπαλλαγέντι. Οὕτω γὰρ καὶ ἡ Ἱερουσαλὴμ μετὰ τὴν ἀπόγνωσιν τῆς σωτηρίας τετύχηκε τῆς σωτηρίας. Καὶ διαιρεθήσεται τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν. Τοῦτό φησι τὸ ὕδωρ τὸ κατὰ σοῦ ὁρμῆσαν διαιρεθήσεται καὶ καθ' ἑαυτοῦ ταραχθήσεται. Ὕδωρ δὲ καλεῖ τῶν Ἀσσυρίων τὴν στρατιάν· τούτους γὰρ καὶ πεπλανῆσθαι λέγει προσδοκήσαντας περιέ σεσθαι τοῦ τῶν ὅλων θεοῦ. 29Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλῶν εἰς τὸ ὄρος κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ; Ἐπειδὴ τῶν δέκα περιεγένεσθε φυλῶν ἐμοῦ διὰ τὴν ἐκείνων ἀσέβειαν συγχωρήσαντος, καὶ τὴν ἀφιερωμένην μοι πόλιν πορθήσειν προσεδοκήσατε καὶ τοσαύτην ἐμοὶ μὲν ἀσθένειαν, ὑμῖν δὲ αὐτοῖς προσμε μαρτυρήκατε δύναμιν ὡς μετὰ αὐλῶν καὶ χορῶν τὴν πολιορκίαν ποιήσασθαι. Ἀλλ' ἐλέγχεται τῆς ἐλπίδος ὑμῶν τὸ μάταιον· 30Ἀκουστὴν γὰρ κύριος ποιήσει τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει, μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίῳ καὶ ὡς λίθοι καὶ ὡς χάλαζα συγκαταφερομένη βίᾳ. Ἔδειξε τῆς τιμωρίας τὸ εὔκολον. Ῥᾴδιον γάρ μοί φησι καὶ φλογὶ παραδοῦναι καὶ κεραυνοὺς καὶ πρηστῆρας ἐπαγαγεῖν καὶ λίθους ἀφεῖναι χαλάζης, ἀλλὰ τῆς δυνάμεως δεικνὺς τὴν ὑπερβολὴν λόγῳ μόνῳ ποιοῦμαι τὸν ὄλεθρον· 31∆ιὰ γὰρ τῆς φωνῆς κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ ᾖ ἂν πατάξῃ αὐτούς. Ἀρκεῖ μοι καὶ ὁ λόγος εἰς τιμωρίαν καὶ μαρτυρήσει τῷ λόγῳ τὸ ἔργον. 32Καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ' ᾗ αὐτὸς ἐπεποίθει· οὗτοι μετὰ τυμπάνων καὶ κιθάρας καὶ ἐν πολέμοις ἀφορισμοῦ καὶ πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. Τὴν γὰρ τῶν Ἀσσυ ρίων πανωλεθρίαν αἱ ὑπήκοοι πόλεις μεμαθηκυῖαι δημοτελεῖς ἐπετέλουν πανηγύρεις καὶ τοῖς φεύγουσιν ἀπαντῶσαι τοὺς πλείστους διέφθειραν. 33Σὺ γὰρ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν φάραγγος βαθείας; Ὅτι ἡτοιμάσθη πρὸ ἡμερῶν ὁ θαφὲθ αὐτῆς καί γε αὐτὴ τῷ βασιλεῖ ἡτοιμάσθη. Ταῦτα ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Προητοίμασται γὰρ ἀπ' ἐχθὲς ὁ θαφὲθ αὐτῆς καί γε αὐτὴ τῷ βασιλεῖ ἡτοιμά σθη»· οὕτω δὲ καὶ ὁ Θεοδοτίων, Τὸ δὲ θαφὲθ ἢ θόφθη εὗρον παρὰ τῷ Σύρῳ ἡρμηνευμένον οὕ τως· «ὅτι ἀπ' ἐχθὲς ἡτοιμάσθη ἡ βρῶσις αὐτῆς», τουτέστι τῆς τοῦ Ἀσσυρίου στρατιᾶς· ἐν δέ γε τῇ Ἑρμηνείᾳ τῶν Ἑβρ αϊκῶν Ὀνομάτωνεὗρον τοῦτο «συγκλεισμὸν» ἡρμηνευμένον. Ἡ αὐτὴ δέ ἐστι διάνοια· λέγει γὰρ ὁ προφητικὸς λόγος τῷ Ἀσσυρίῳ· Ἐπειδὴ ὡς φάραγγος κατεφρόνησας τῆς Ἱερουσαλὴμ καὶ ταύτης κρατήσειν ἤλπισας, ἴσθι ὅτι ἐκεῖ ὁ κατὰ σοῦ ὄλεθρος προευτρέπισται· ἐνταῦθα γὰρ συγκλεισθήσῃ καὶ καταβρωθήσῃ. Ὅθεν ἐπήγαγεν· Ἐβάθυνεν ἐπλάτυνε τὴν πυρὰν αὐτῆς. Τουτέστιν ἡ ἑτοιμασθεῖσά σοι τιμωρία· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς κυρίου ὡς φάρα<γ>ξ ὑπὸ θείου καιομένη. Οὗ δὴ χάριν ὁ Σύρος τὸ θαφὲθ ἑρμηνεύων «βρῶσιν» τὴν τιμωρ ίαν ἐκάλεσε· τροφὴ γὰρ πυρὸς τὰ ξύλα. Οὕτω καὶ ταῦτα συμπεράνας τοὺς εἰς Αἴγυπτον κατα πεφευγότας πάλι ν θρηνεῖ· 311Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον