1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

80

ψυχὴν αὐτοῦ, οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον. Οὗτος λήμψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.» 2.368 Λεχθέντος γὰρ πυσματικῶς· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ;» ἀπόκρισις δίδοται διαγράφουσα τίς ἐστιν καὶ οἷος ὁ περὶ οὗ ἡ ἐρώτησις, ὅτι χερσίν, τοῦτ' ἔστιν πράξεσιν, ἀθῷός ἐστιν διὰ καθαρότητα καρδίας, οὐδαμῶς ἐπὶ ματαίῳ λαβὼν τὴν ψυχὴν αὐτοῦ, ἢ δολερῶς ὀμόσας τῷ πλησίον, λημψόμενος ἐπὶ τούτοις τοῖς ἀνδραγαθήμασιν εὐλογίαν τε καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Συμφώνως καὶ ἐν Παροιμίαις φέρεται· «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου.» 2.369 Ὁ ταῦτα τὰ σωτηριώδη εἰληφὼς οὐ μεταπεσεῖται τῆς ὑποσχέ̣σ̣εως, εἰσαγόμενος εἰς τὰς θείας ἐπαγγελίας πρὸς τοῦ λέγοντος· «Παρατέταγμαι εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα», ἐμμείνας χάριτι τῇ ἐμαυτοῦ ὥστε καλῶς ποιῆσαι καὶ εἰς αἰώνιον σωτήριον ἀγαγεῖν τοὺς ἐφ' οἷς οὐ μετενόησα, βεβαιώσας ἃ ἐπηγγειλάμην· εἰ καὶ παροργισάντων δι' ἁμαρτίας καὶ ἀσεβείας τῶν πατέρων ὑμῶν, κατάρα διέλαβεν, οὐ μετανοήσαντός μου ἐκ τῆς ἀπειλῆς, οὐ παρασχόντων ὑμῶν διὰ μεταγνώσεως ἀφ' ἧς ἔσχετε κακίας καταλλαγάς μου γενέσθαι πρὸς ὑμᾶς, ἀλλ' οὖν καὶ νῦν θαρσησάτω ἡ καρδία ὑμῶν προσδοκῆσαι τὰς παρ' ἐμοῦ δωρεάς. 2.370 Ἔσονται γὰρ πάντως θελήσαντός μου καὶ παραταξαμένου εὐλογῆσαι ὑμᾶς· οὕτω γὰρ καλῶς ἔσται ὑμῖν, τυγχάνουσιν ἐκ τοῦ Ἰούδα, τοῦ ἐξομολογουμένου, καὶ τοῦ Ἰσραὴλ καὶ Ἰερουσαλήμ. «Σῶσαι γὰρ πάντας ἀνθρώπους θέλων καὶ ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας», ἀπειλῶ, μαστίζω τοὺς ἀντιπράττοντας τῷ ἐπιγνῶναι τὴν ἀλήθειαν ὑπεραιωνίου σωτηρίας, πρὸς ὀλίγον πόνοις ὑποβάλλων οὓς βελτιοῦν καὶ εὖ ποιεῖν βούλομαι. Οὕτω γὰρ ῥᾷστα ὠφεληθέντες σωθήσονται, παρατεταγμένου μου ἀμεταμελήτως σῶσαι καὶ καλῶς ποιῆσαι τοὺς ἐκλεγέντας, ἵνα μερὶς καὶ κληρονομία μου ὦσιν. 2.371 Εἰ βουλόμεθα καὶ ἡμεῖς ἵλεω τὸν Θεὸν σχεῖν ἵν' εὖ ἡμᾶς διαθῇ, θαρσησάτω τὸ διανοητικὸν ἡμῶν, καρδία καλούμενον, ἔργων ἀρίστων ἐπιμέλειαν ποιησάμενοι, ἵνα βεβαίως καὶ ἀναντιρρήτως τὰ τῆς εὐπαθείας καὶ ἀπεράντου σωτηρίας ὑπαρχθῇ, περιγραφείσης καὶ ἐξ ὅλων ἠφανισμένης τῆς πρὸς ὀλίγον κρατησάσης κατάρας. ∆ιὸ θαρσεῖτε ἀνενδοιάστως, προσδοκῶντες ἃ ἐπηγγείλατο ὁ ἀψευδὴς Θεός· αὐτοῦ γὰρ εἰρηκότος· «Θαρσεῖτε», ἀναμφιβόλως ἐκδεκτέον τὰ ἐλπιζόμενα ἀγαθά. 2.372 Αὐταρκῶς περιγεγραμμένου τοῦ δευτέρου τόμου εἰς τὸν προφήτην Ζαχαρίαν, αὐτοῦ που καταπαύσωμεν, ἀρξόμενοι τρίτου λόγου, «παρέχοντος λόγον ἐν ἀνοίξει τοῦ στόματος» τοῦ Θεοῦ τοῦ καὶ τὸν προφήτην φωτίσαντος τῷ ἀειδίῳ φωτί.

3.t 1Τόμος Γʹ

1 .3.1 Ὁ ἀψευδὴς Θεός, πηγὴ καὶ πατὴρ τῆς ἀληθείας ὑπάρχων, οὐ διαλείπει ποτὲ παιδεύων καὶ διδάσκων τοὺς ἑτοίμως παραστήσαντας ἑαυτοὺς πρὸς τὸ χωρεῖν τὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα· λόγον γοῦν σοφίας καὶ λόγον γνώσεως ἀμελλητὶ παρέχει τοῖς ποθοῦσιν δέξασθαι· εἴρηται γοῦν ἐν ἐπιστολῇ τοῦ Ἰακώβου· «Λείπεταί τις οὖν ὑμῶν σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ καὶ μὴ ὀνειδίζοντος· αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος.» 3.2 Συνᾴδει τὸ παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁ Κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου γνῶσις καὶ σύνεσις.» Ὁ κατὰ τὴν θεόπεμπτον σοφίαν ἀποδεικνύμενος σοφὸς τρισμακάριός ἐστιν, διδάσκαλον ἔχων τὸν τῶν ὅλων Θεόν· «Μακάριος γάρ, φησίν, ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.» Τοῦτον