1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

80

ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἅρμα σιν· ἔσται γὰρ πολλὰ ἅρματα καὶ ἔφιπποι εἰς πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. Ἰσχυροτέραν φησὶ τῆς τοῦ βοηθείας τὴν ἵππον ὑπέλαβον, ἐπειδὴ πολλοὺς ἔμαθον παρ' Αἰγυπτίοις ἵπποις καὶ ἅρμασι κεχρημένους. 2Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά, καὶ ὁ λόγος |139 a| αὐτοῦ οὐ μὴ ἀθετηθῇ. Ἠπείλησεν αὐτοῖς φησι τιμωρίαν, καὶ ἔσται πάντως ἡ πρόρρησις· ἀψευδὴς γὰρ τῆς ἀληθείας ἡ ψῆφος. Καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Κολάσει γὰρ οὐ μόνον αὐτοὺς ἀλλὰ καὶ τοὺς Αἰγυπτίους εἰς οὓς ἐπεποίθεσαν. Τοῦτο γὰρ ἐπήγαγεν· 3Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν, ἵππων σάρκες καὶ οὐκ ἔστι βοήθεια. ∆έον πιστεύειν θεῷ τοῖς Αἰγυπτίοις ἐθάρρησαν καὶ τῇ ῥώμῃ τῶν ἵππων. Ὁ δὲ κύριος ἐπάξει τὴν μάχαιραν αὐτοῦ ἐπ' αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ πεσοῦνται οἱ βοηθούμενοι, καὶ ἅμα πάντες ἀπολοῦνται. Μάχαιραν τοὺς Βαβυλωνίους καλεῖ· οὗτοι γὰρ τοῖς Αἰγυπτίοις ἐπιστρατεύσαντες καὶ αὐτοὺς καὶ τοὺς πρὸς αὐτοὺς κατα πεφευγότας διέφθειραν Ἰουδαίους. ∆ιὰ τοῦτο καὶ ὁ προφη τικὸς ἔφη λόγος κοπιάσειν μὲν τοὺς βοηθοῦντας- τουτέστι τοὺς Αἰγυπτίους-, πεσεῖσθαι δὲ τοὺς βοηθουμένους- τουτέστι τοὺς Ἰουδαίους. Εἶτα διά τινος παραβολῆς τὴν οἰκείαν αὐτοῖς ἐπιδείκνυσι δύναμιν· καθάπερ γὰρ λέοντος ἐν τοῖς ὄρεσι βρυχωμένου πτήσσει φησὶ τὰ ὑποκείμενα ζῷα, οὕτως τῆς ἐμῆς ἐπιφαι νομένης δυνάμεως καταλυθήσεται τὸ πλῆθος τῶν πολεμίων. 4Οὕτως γάρ φησι καταβήσεται κύριος Σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σιὼν καὶ ἐπὶ τὰ ὄρη αὐτῆς. Εἶτα καὶ ἑτέραν ἐπάγει παραβολήν· 5Ὡς ὄρνεα πετόμενα. Καθάπερ γὰρ τὰ ὄρνεα τῶν οἰκείων ὑπερμαχεῖ νεοττῶν, οὕτως ἐγὼ τῆσδε τῆς πόλεως φροντιῶ. Ταύτην μέντοι τὴν εἰκόνα οὐκ ἐπὶ τῆς δυνάμεως ἀλλ' ἐπὶ τῆς φιλοστοργίας ἔλαβεν· τὰ γὰρ πτηνὰ βούλεται μὲν ἐπαμῦναι τοῖς νεοττοῖς, οὐ δύναται δέ, ὁ δὲ θεὸς καὶ βούλεται καὶ δύναται. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς· Οὕτως ὑπερασπιεῖ κύριος Σαβαὼθ καὶ ὑπὲρ Ἱερουσαλὴμ ὑπερασπιεῖ καὶ ἐξιλάσεται καὶ περιποιήσεται καὶ ὑπερβήσεται καὶ σώσει αὐτήν. Ἔδειξε διὰ μὲν τοῦ ὑπερασπιεῖ τὴν πατρικὴν φιλοστοργίαν, διὰ δὲ τοῦ ἐξιλάσεται τὴν πολλὴν φιλανθρωπίαν, διὰ δὲ τοῦ περιποιήςεται τὴν κηδεμονίαν, διὰ δὲ τοῦ ὑπερβήσεται τὴν κατὰ τῶν πολεμίων νίκην, διὰ δὲ τοῦ σώσει τὴν ἄρρητον δύναμιν. 6Ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον υἱοὶ Ἰσραήλ. Ταῦτα τοίνυν εἰδότες τῶν παρα νόμων ὑμῶν ἀπόστητε λογισμῶν. 7Ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαι ροῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν ἁμαρτίαν. Προλέ γει τὴν ἐσομένην εὐσέβειαν, εἰς τὴν τ ῶν ἐκγόνων μίμησιν καὶ αὐτοὺς διεγείρων. 8Καὶ πεσεῖται Ἀσ<σ>οὺρ οὐ μαχαίρᾳ ἀνδρός, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· καὶ οἱ νεανίσκοι αὐτοῦ ἔσονται εἰς ἥττημα. Οὔτε γὰρ ἀνθρώποις οὔτε ὅπλοις ὑπουργοῖς χρήσομαι κατ' αὐτοῦ, ἀλλ' ἀόρατον αὐτῷ ἐπάξω τὴν πληγήν. 9Πέτρᾳ γὰρ περιληφθήσεται ὡς χάρακι, ὁ δὲ φεύγων ἁλώσεται. Πέτραν καλεῖ τοῦ Ἐζεκίου τὴν πίστιν· ἐκεῖνος γὰρ αὐτὸν ἀφύκτοις κακοῖς περιέλαβεν. Καὶ ἡττη θήσονται φυγῇ οἱ ἄρχοντες αὐτοῦ, λέγει κύριος ὁ ἔχων πῦρ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλήμ, ὁ δὲ φεύγων ἁλώσεται. Ταύτην δὲ αὐτῷ τὴν ἀπόφασιν ἐξήνεγκεν ὁ τῶν ὅλων θεός, ὃς καὶ ἐν τῇ Σιὼν ·χο..ότι καὶ ἐκεῖθεν ἐξάπτει κατ' αὐτοῦ οἷόν τινα κλίβανον τὴν τιμωρίαν, ἐπειδήπερ ταύτης ἤλπισε περιέσεσθαι. Ἐντεῦθεν εἰς ἑτέραν πρα γματικὴν προφητείαν μεταφέρει τὸν λόγον καὶ προθεσπίζει τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσαλήμ. 321Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν· μακα ρίζει τοὺς τὴν Σιὼν οἰκοῦντας καὶ αὐτόθι παιδοποιοῦν τας, ποιεῖται δὲ κατη γορίαν τῶν εἰς Αἴγυπτον πεφευγότων. Προλέγει δὲ καὶ τοῦ βασιλέως καὶ