81
τῶν ἀρχόντων τὸ δίκαιον κρίμα . Εἰ δέ τις ταῦτα περὶ τοῦ Ἐζεκίου ἢ περὶ τοῦ Ἰωσίου ἢ περὶ τοῦ Ζοροβάβελ εἰρῆσθαι λέγει, δια μαρτάνει τῆς ἀληθείας. Ὁ μὲν γὰρ Ἐζεκίας ἤδη βεβασιλεύκει, ὁ δὲ Ζοροβάβελ οὐδὲ βασιλεὺς ἦν ἀλλὰ δη μαγωγὸς καὶ στρατη γός, ὁ δὲ Ἰωσίας βασιλεὺς μὲν ἦν καὶ εὐσεβὴς βασιλεύς, ὑπερβαίνει δὲ τοῦ προφητευομένου τὰ κατορθώματα. Νοητέον <οὖν> βασιλέα μὲν τὸν δεσπότην Χριστόν, ἄρχοντας δὲ τοὺς ἱεροὺς ἀπο στόλους καὶ τοὺς μετ' ἐκείνους τὴν τῶν ἐκκλησιῶν ἡγεμονίαν παρειληφότας. Περὶ τούτων καὶ ὁ μακάρι ος ἔφη ∆αυίδ · «Ἀντὶ τῶν πατέρων σου ἐγεννή θησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν». 2Καὶ ἔσται ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου πολλοῦ. Μαρτυρεῖ τούτοις τῶν ἱερῶν εὐαγγελίων ἡ συγγραφή· ἐν παραβολαῖς γὰρ ἐλάλει τοῖς ὄχλοις, οἴκοι δὲ τὰς παραβολὰς τοῖς |139 b| ἀποστόλοις ἡρμήνευεν. Καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Καὶ τούτων εὑρίσκω ἐν τοῖς θείοις εὐαγγελίοις τὴν μαρτυρίαν, αὐτὸς γὰρ ἔλεγεν ὁ σωτήρ· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Τοῦτο τὸ ὕδωρ διψῶσαν ἅπασαν ἄρδει τὴν οἰκουμένην, διαφερόντως δὲ τὴν Σιών, «ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἐκκλησίας». 3Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν, 4καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ νοεῖν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην. Τὴν μεταβολὴν τῶν πραγμάτων ὁ λόγος δεδήλωκεν. Ὁ γὰρ Ἄχαζ ὑπὸ τῶν Σύρων πολιορκούμενος τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσεν· οἱ δὲ μετ' ἐκεῖνον τοὺς Ἀσσυρίους φεύγοντες πρὸς Αἰγυπτίους κατέφυγον. Οἱ δὲ τῷ σωτῆρι πεπιστευκότες τὴν αὐτοῦ ῥοπὴν ἀναμένουσι καὶ ταῖς αὐτοῦ διδασκαλίαις τὰ ὦτα προσφέρουσιν· καὶ αἱ πάλαι ψελλίζουσαι γλῶσσαι τρανὰ λαλοῦσι καὶ τὰ τῆς θείας εἰρήνης ποιητικά, οὐκέτι γὰρ θεοὺς ἀλλὰ θεὸν ὑμνοῦσιν. 5Καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι οὐ μὴ εἴπωσιν οἱ ὑπηρέται σου· Σίγα. Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως τέθεικεν· «Οὐ κληθήσεται ἔτι ὁ ἄφρων ἄρχων οὐδὲ δολίῳ ῥηθήσεται σωτήρ.» Κατὰ μέντοι τοὺς Ἑβδομήκοντα δηλοῖ ἡ πρόρρησις τῆς ἀνοήτου τῶν Φαρισαίων καὶ γραμμα τέων διδασκαλίας τὴν παῦλαν καὶ τῶν ἐκείνοις διακονούντων τὸν τῦφον· εἷς γὰρ ἐκείνων τὸν κύριον ἐπὶ κόρρης ἐπάταξε, καὶ τῷ θειοτάτῳ ἄλλοι ἔλεγον Παύλῳ· «Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς.» 6Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Ἴδιον τῶν ἀνοήτων διδασκάλων τοὺς μαθητευομένους πλανᾶν καὶ λιμῷ κατα τήκειν τοὺς τῆς θείας δεομένους τροφῆς. 7Ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται, κατα φθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους πενήτων ἐν κρίσει. Ἐνταῦθα τῶν κρινόντων ἐ λέ γχ ει τὸ ἄδικον. 8Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Μόνιμοι γὰρ οἱ τῆς εὐσεβείας καρποί, οἱ δὲ τῆς ἀσεβείας «ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς». 9Γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι εἰσακούσατέ μου τοὺς λόγους. Γυναῖκας τὰς πόλεις καλεῖ· ταύτας καὶ θυγατέρας ὠνόμασεν οὐχ ὡς τοῦτο οὔσας ἀλλ' ὡς ἐσομένας διὰ τῆς πίστεως· διὰ γάρ τοι τοῦτο προσέθηκεν· ἐν ἐλπίδι. 10Ἡμερῶν ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ' ἐλπίδος. ∆ιὰ τοῦ ἐνιαυτοῦ τὰς παντ οδαπὰς εὐεργεσίας δεδήλωκε· τὰς τῶν ὡρῶν τροπάς, τὰς τῶν ἀέρων μεταβολάς, τῶν ὑετῶν τὴν φοράν , τοὺς διαφόρους ἀνέμους, τοὺς διὰ τούτων ἀπὸ γῆς φυομένους καρπούς. Καὶ παρεγγυᾷ ὀδυνᾶσθαι κατὰ ταὐτὸν καὶ ἐλπίζειν· ὀδυνᾶσθαι μὲν ἐπὶ ταῖς ἁμαρτίαις, ἐλπίζειν δὲ καὶ προσμένειν τῷ θεῷ τῶν ὅλων. Ἀνήλωται ὁ τρυγητός, πέπαυται καὶ οὐκέτι οὐ μὴ ἔλθῃ. Τρυγητὸν καλεῖ τὴν τῶν ἀγαθῶν ἀφθονίαν· οὐ κέτι φησὶν ἐν τῇ προτέρᾳ ἔσεσθε εὐπραξίᾳ. Τοῦτο δηλοῖ καὶ