1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

82

διὰ τῶν ἑξῆς· 11Εὐθηνοῦσαι ἔκστητε, λυπήθητε αἱ πεποιθυῖαι ἐπὶ πλούτῳ, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας σάκκους 12καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἐπὶ ἀγρῷ ἐπιθυμήματος καὶ ἐπὶ ἀμπέλῳ γενήματος. Ἐπειδὴ τὴν παρανομίαν οὐκ ὀλοφύρεσθε, τὰς διὰ ταύτην ὑμῖν ἐπαγομένας τιμωρίας θρηνεῖτε. 13Ἐν τῇ γῇ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας ἀρθήσεται εὐφροσύνη. Καὶ ταῦτα τῆς ἐρημίας δηλωτικά. Πόλις πλουσία. Ἀντὶ τοῦ· πάλαι. 14Οἶκοι ἐγκαταλελειμμένοι, τουτέστιν· ἔσονται. Πλοῦτον πόλεως ἀφήσουσιν, οἴκους ἐπιθυμήματος. Τοὺς γὰρ πολε μίους ὁρῶντες πάντων προτιμήσουσι τὴν φυγήν. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων. Αὗται αἱ κῶμαι μέχρι καὶ τήμερον μεμενήκασιν ἔρημοι. Ἐνίων τὰ μὲν ὀνόματα εὑρίσκομεν ἐν τῇ γρ αφῇ, αὐτῶν δὲ τὰ ἴχνη μόνα παρ' ἐνίων ὁρᾶται. 15Ἕως ἂν ἔλθῃ ἐφ' ὑμᾶς πνεῦμα ἀφ' ὑψηλοῦ, καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Τὴν οὐρανόθεν ἐπιφοιτήσασαν χάριν μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνάληψιν ὁ λόγος δεδήλωκεν· μετὰ γὰρ ἐκείνην τὴν δωρεὰν |140 a| ἡ μὲν πάλαι ἔρημος-τουτέστι τὰ ἔθνη-ἡ προφητικὸν ἄροτρον οὐ δεξαμένη τοῦ Καρμήλου τὴν εὐκαρπίαν ἐδέξατο. Κάρμηλον δὲ τροπικῶς τὴν πάλαι Ἰουδαίοις ἐπανθήσασαν ὠνόμασε χάριν. Ἰουδαῖοι δὲ πάλαι ἤνθουν ἐν προφήταις καὶ δικαίοις καὶ ἱερεῦσι, νῦν δὲ τῶν δρυμῶν τὴν ἀκαρπίαν μεμίμηνται. Ταύτην δὲ τὴν μεταβολὴν κἀν τοῖς προηρμηνευμένοις δεδήλωκεν. 16Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, τουτέστιν· ἐν τοῖς ἔθνεσιν. Καὶ δικαι οσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει. Ἐν τοῖς αὐτοῖς· τὴν γὰρ ἔρημον ὠνόμασε Κάρμηλον. 17Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη. Εἰρη νεύει γὰρ πρὸς θεὸν ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς. Καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν. Τῆς γὰρ δικαιο σύνης καὶ τῆς πρὸς θεὸν εἰρήνης καρπὸς ἡ τῶν κακῶν τῶν παρόντων ἀπαλλαγὴ καὶ ὁ ἄλυπος βίος καὶ φροντίδων ἀπηλλαγμένος. Καὶ πεποιθότες ὦσιν ἕως τοῦ αἰῶνος. Βέβαιον γὰρ τῶν εἰς τὸν θεὸν πεπιστευκότων τὸ φρόνημα. 18Καὶ κατοικήσει ὁ λαός μου ἐν πόλει εἰρήνης καὶ ἐν πόλεσιν ἀμεριμνίας καὶ ἐν οἴκοις πεποιθήσεως, καὶ ἀναπαύ σονται μετὰ πλούτου. Πόλιν εἰρήνης τὴν ἐν τοῖς οὐρανοῖς λέγει· «Ἡ γὰρ ἄνω» φησὶν «Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Πόλεις δὲ ἀμεριμνίας καὶ τὰς διαφόρους λέγει μονάς· «Πολλαὶ» γάρ φησι «μοναὶ παρὰ τῷ πατρί μου.» Ἔχουσι δὲ καὶ τὸν πλοῦτον τὸν ἄσυλον· «Θησαυρίζετε» γάρ φησιν «ὅπου σὴς καὶ βρῶσις οὐκ ἀφανίζει οὔτε κλέπται διορύττουσι καὶ κλέπτου σιν.» 19Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει. Καὶ κατὰ τὸν παρόντα δὲ βίον κρείττους διὰ τῆς ἐμῆς ἐπικουρίας τῶν πολεμούντων γενήσεσθε. Καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς ἐν τῇ πεδινῇ. ∆ρυμὸν τὰ ἔθνη προσηγόρευσε τὰ ἄκαρπα πάλαι καὶ πεδινὴν τὴν Ἰουδαίαν ὡς πάλαι καρποφοροῦσαν. Προλέγει τοίνυν ὡς ἀδεῶς τῆς ἀληθ είας οἱ κήρυκες καὶ μεταξὺ τῶν ἐθνῶν πολιτεύσονται. Εἰ δὲ καὶ κατὰ τὸ ῥητὸν βούλεταί τις τὸ χωρίον νοῆσαι, ὁράτω τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρῶν ἀσκητάς, μόνους μὲν ἐνδιαιτωμένους ταῖς ἀκρωρεί αις , μᾶλλον δὲ θαρροῦντας ἢ τοὺς τὰς μεγίστας πόλεις οἰκοῦντας τῷ πλήθει τῶν οἰκητόρων. 20Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Τὴν μίαν ἐκκλησίαν τὴν ἐξ ἐθνῶν καὶ Ἰουδαίων συνειλεγμένην ὁ λόγος ᾐνίξατο. Ἀκάθαρτος γὰρ κατὰ νόμον ὁ ὄνος, τοιαῦτα δὲ ἦν καὶ τὰ ἔθνη πρὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας· καὶ καθαρὸς δὲ κατὰ νόμον ὁ βοῦς, διὸ καὶ ὑπὲρ τοῦ ἀρχιερέως καὶ ὑπὲρ τοῦ λαοῦ προσεφέρετο. Καλεῖ τοίνυν ὄνον μὲν τοὺς ἐξ ἐθνῶν, βοῦν δὲ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας, ὕδωρ δὲ τὸ λυτήριον τῶν ἁμαρτημάτων καὶ καθαρτήριον τῶν ψυχῶν, τὸ πανάγιον βάπτισμα, σπόρον δὲ τὸν διδασκαλικὸν λόγον. Ἐπειδὴ δὲ τὰ εἰρημένα ὑπέσχετο, πολλὰς δὲ τῆς ἀληθείας οἱ κήρυκες ὀδύνας ὑπέμενον ἐξελαυνόμενοι καὶ διωκόμενοι καὶ μαστιγούμενοι καὶ μυ ρία θανάτων ὑπομέ νοντες εἴδη, διὰ τῆς προφητικῆς αὐτοῦ γλώττης ὁ δεσπότης