83
ψυχαγωγεῖ· 331Οὐαὶ ὁ ταλαιπωρῶν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους. Οἱ διώκοντες ὑμᾶς φησιν ἄθλιοί εἰσι καὶ τρισάθλιοι, ὑμεῖς δὲ μακάριοι· οἱ μὲν γὰρ ἀδικοῦσιν, ὑμεῖς δὲ οὐκ ἀδικεῖσθε. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρού μενοι, ἀπορούμενοι οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι.» Καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ. Τοῦτο καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ἔφη πρὸς αὐτοὺς ὁ δεσπότης· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἀθετῶν ὑμᾶς οὐχ ὑμᾶς ἀθετεῖ ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς.» Ἁλώσονται γὰρ οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφ' ἱματίῳ οὕτως ἡττηθήσονται. Ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ὅταν συντελέσῃς ταλαιπωρίζων, ταλαιπωρηθήσῃ· ὅταν κοπιάσῃς ἀθετῶν, ἀθε τ<ηθ>ήσῃ.» Ἀντὶ τοῦ· Καθ' ἑαυτὸν τὸ ξίφος ὠθεῖς καί, τῷ πλησίον εἰ ὀ ρύττεις βόθρον, σαυτὸν ἐμβαλεῖς. Καὶ ὥσπερ τὸ ἱμάτιον τίκτει τὸν σῆτα καὶ ὑπὸ τοῦ σητὸς κατεσθίεται, οὕτω καὶ ὑμεῖς ὑπὸ τῆς πονηρίας ἣν ἐτέκετε καταναλωθήσ εσθε. Ἡμεῖς δὲ ταῦτα |140 b| με μαθηκότες τὴν μὲν τούτων ὁδὸν καταλίπωμεν, τῶν δὲ προφητῶν καὶ ἀποστόλων τὸν βίον ζηλώσωμεν, ἵνα σὺν αὐτοῖς τῶν ἐπηγγελμένων ἀπο λαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ τὰς ἐπ αγγε λίας δεδωκότος Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα πρέπει καὶ τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10 ΤΟΜΟΣ Ιʹ 2Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Προθεσπίσας ὁ προφήτης καὶ
τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὸν ὄλεθρον καὶ τὴν μετὰ ταῦτα τῶν Ἰουδαίων αἰχμαλωσίαν καὶ τὴν τῆς Ἱερουσαλὴμ ἐρημίαν, εἶτα τὴν ἐπάνοδον καὶ τὰ μετὰ τὴν ἐπάνοδον γεγενημένα καὶ τὴν τῶν ἐθνῶν ἐκλογὴν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν καὶ τὰ τῶν ἀποστόλων κηρύγματα, τὴν ὑπὲρ τῶν Ἰουδαίων ἱκετείαν προσφέρει ὀλοφυρόμενος αὐτῶν τὴν ἀπιστίαν καὶ τὴν ἐντεῦθεν προσγε νομένην αὐτοῖς ἀπώλειαν· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς δεδήλωκεν. Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώ λειαν, ἡ δὲ σωτηρία ἡμῶν παρὰ σοῦ ἐν καιρῷ θλίψεως. Κέκληκε δὲ αὐτοὺς οὐ μόνον ἀπειθοῦντας ἀλλὰ καὶ σπέρμα ἀπειθούντων, ἐπειδὴ καὶ αὐτοὺ καὶ οἱ πατέρες τὴν αὐτὴν ἐσχήκασι γνώμην. 3∆ιὰ τὴν φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοί, καὶ ἀπὸ τῆς ὑψώσεώς σου διεσπάρη τὰ ἔθνη. Τότε μὲν ἐν τῷ κατὰ τοὺς Ἀσσυρίους θαύματι τοῦτο ἐγένετο, χρόνῳ δὲ ὕστερον τὰ ἀποστολικὰ θαύματα καὶ εἰς θαῦμα το ύτους διήγειρε καὶ τὴν κακὴν διεῖλεν ὁμόνοιαν· δίκην γὰρ μαχαίρας ὁ θεῖος λόγος διεῖλεν υἱὸν ἀπὸ πατρὸς καὶ θυγατέρα ἀπὸ μητρός. 4Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν ἀπὸ μικροῦ ἕως μεγάλου, ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδα· ὡς ἀπὸ βοθύνων οὕτως ἐμπαίξουσιν ὑμῖν. Τὴν πολλὴν εὐκολίαν τοῦ ἀποστολικοῦ κηρύγματος ἔδειξεν. Καθάπερ γάρ φησιν εὐπετές ἐστιν ἀκρίδας συναγαγεῖν, οὕτως ἐκεῖνοι τοὺς γενομένους σκῦλα τοῦ διαβόλου καὶ συλλέξουσι καὶ τῷ σωτῆρι προσοίσουσιν. Τὸ δὲ ἐμπαίξουσι παρ' οὐδενὶ τῶν Ἄλλων εὕρομεν Ἑρμηνευτῶν. Αἰνίττεται δὲ ὁ λόγος ὡς οἶμαι τὴν ἀποστολικὴν μεγαλοφ ροσύν ην, δι' ἣν παντὸς τοῦ δήμου τῶν Ἰουδαίων κατ<ὰ τ>αὐτὸν κατεφρόνουν. Οὕτως ὁ μακάριος Στέφανος ἐβόα · «Σκληροτράχηλοι καὶ ἀπε ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς», οὕτω τὸ ἱερὸν ζεῦγος τῶν ἀποστόλων Πέτρος καὶ Ἰωάννης ἔλεγον· «Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.» 5Ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Ὑψηλοὺς τοὺς μεταρσίους λέγει τὴν διάνοιαν· τούτους γὰρ οἰκητήριον ἀπειργάσατο θεῖον. ∆ιὸ καὶ ὁ θεῖος ἔλεγε Παῦλος· «Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ