1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

84

Θεὸς ἐρεῖ· «Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.» Καὶ ἔτι ἐπιτείνων τὴν ἀπειλήν· «Θήσω, φησίν, τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους.» 3.35 Ἀπέστω δὲ τὰ ἀνιαρὰ ταῦτα τῆς τῶν πιστῶν συνόδου, ἵνα εἰς χαρὰν καὶ εὐφροσύνην κληθέντες ἀγαθὰς ἑορτὰς καὶ θείας πανηγύρεις ἐπιτελῶμεν, εἰρήνην βαθεῖαν καὶ σὺν αὐτῇ τὴν ἀλήθειαν ἀγαπῶντες. Ἔνθα γὰρ ἀταραξία λογισμῶν καὶ τεταγμένη κατάστασις ψυχῆς, τὸ τερπνὸν τῆς ἀληθείας καὶ τὸ κάλλος αὐτῆς ἐπιφαίνεται. Ὀπτάνεται δὲ ἡ ἀλήθεια μάλιστα ὅταν ἐκ τῆς ἀντακολουθήσεως τῶν ἀρετῶν γαλήνη ἀγάγῃ καὶ εἰρήνη πρυτανεύῃ, εὐφραινομένων καὶ ἱλαρίαν ἐχόντων τῶν τετυχηκότων τοσαύτης καὶ τοιαύτης εὐπαθείας. 3.36 Εἰκός τινα ἀπαιτήσειν πόθεν ἐστοχασάμεθα τὸν παρ' Ἑβραίους ἕβδομον εἶναι μῆνα, οὗ ἡ τετρὰς καὶ αἱ ἄλλαι ἕως τῆς δεκάτης ἡμέρας νηστεῖαι προσετάγησαν εἶναι, ἢ ἐκ τοῦ γεγραμμένου ἐπὶ τέλει τοῦ εἰς ἐξέτασιν προκειμένου προφήτου Ζαχαρία· «Καὶ ἑορτάσατε ἑορτὴν σκηνοπηγίαν»· αὕτη γὰρ οὐκ ἐν ἄλλῳ ἢ τῷ εἰρημένῳ μηνὶ νομίμως ἐπιτελεῖται, ὥσπερ καὶ ἡ τῶν σαλπίγγων, καὶ ἡ νηστεία. Ὅτι γὰρ καὶ ἡ νουμηνία τοῦ ἑβδόμου μηνὸς πανηγύρεώς ἐστιν ἑορτὴ σαφῶς ἀπὸ τοῦ Ψαλμοῦ ἔστιν μαθεῖν, τοῦ οὕτω ἔχοντος· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.» 3.37Zach. VIII, 20-22: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. Καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἰερουσαλήμ, καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον Κυρίου. 3.38 Ὡς πρὸς ῥητὸν προαναφωνεῖ ὁ προφήτης, λόγου Κυρίου παντοκράτορος γεναμένου πρὸς αὐτόν, τὴν ὑπάρξουσαν ἀποκατάστασιν ἱλαρὰν καὶ πανηγυρικὴν τῇ τῶν Ἑβραίων πληθύι καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας καὶ μητροπόλει τῇ Ἰερουσαλήμ. Προσέταττε Θεὸς διὰ Μωϋσέως παντὶ τῷ Ἰσραὴλ τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ ἑορτάζειν αὐτῷ ἐν ᾧ ἐξελέξατο τόπῳ, οὐχ ἑτέρῳ τῆς Ἰερουσαλὴμ ὄντι, ἐξ οὗ συνέβαινεν ἀπὸ πασῶν τῶν πόλεων καὶ κωμῶν τῆς Ἰουδαίας συντόνως σπεύδειν ἐν τῇ μητροπόλει, ἐν ᾗ αἱ ἁγιστεῖαι πᾶσαι καὶ ἑορτάσιμαι μυστικαὶ σπουδαὶ ἐπετελοῦντο, ἅπερ πάντα τέλος ἔσχεν ἐν τῷ τῆς αἰχμαλωσίας καιρῷ, ἔξω τῆς θρεψαμένης ἐκριφέντων σχεδὸν τῶν Ἑβραίων πάντων. 3.39 Ταύτην τὴν οἰκτίστην καὶ ἀνιαρὰν κατάστασιν ὀλοφυρόμενος, ὁ τοῦ Θεοῦ προφήτης Ἰερεμίας ἐν τῇ βίβλῳ τῶν Θρήνων φησίν· «Ὁδοὶ Σιὼν πενθοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν.» Πῶς γὰρ οὐκ ἐπένθουν αἱ ὁδοὶ τῆς Σιὼν στερηθεῖσαι τῶν βαδιζόντων, οὐδενὸς σπεύδοντος ἔτι τὴν σπουδὴν ἔχειν ἐπὶ τὰ Ἱεροσόλυμα τοῦ ἑορτάσαι καὶ πανηγυρίσαι χάριν, καὶ τῶν πυλῶν ἠφανισμένων, κατασπασθεισῶν ὑπὸ τῶν κρατησάντων τυραννικῶς. 3.40 Ταύτῃ τῇ ἐρημίᾳ τῶν καλῶν ἀναγκαίως ἠκολούθησεν τοὺς ἱερέας στενάζειν, ὁρῶντας τὸν καιρὸν ἐν ᾧ ἔδει θεραπεύειν τὸν ἐκλεξάμενον Θεὸν πάσης ἱλαρᾶς προθυμίας ἔκτος ὄντα. Ταῦτα τὰ ἀηδῆ πεπαύσεσθαι ὅσον οὔπω προαναφωνῶν ὁ Ζαχαρίας λέγει· «Ἔτι ἥξουσιν λαοὶ πολλοί», ἐπὶ τὴν Ἰερουσαλὴμ δηλονότι· ἑβδομηκοστὸν γὰρ ἔτος ἤδη ἐνειστήκει τῆς αἰχμαλωσίας, ὡς παρ' αὐτοῦ ἔγνωμεν εὐκτικῶς πρὸς τὸν Θεὸν λέγοντος· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις τῆς Ἰουδαίας τοῦτο ἑβδομηκοστὸν ἔτος;» 3.41 Εὐθὺς ἐπινεύσαντος Κυρίου παντοκράτορος, πεφανέρωται τῷ εὐξαμένῳ ἡ εἰρηνικὴ ἀγωγὴ τῆς Ἰερουσαλήμ, ἔτι ὡς καὶ πρότερον ἐλεύσεσθαι λαοὺς πολλοὺς ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος, ἀρχὴν λαμβάνοντος πάλιν τοῦ· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ