84
ἐν ὑμῖν;» Ἔχεται τοίνυν τῆς ἀκολουθίας ὁ προφητικὸς λόγος· ὑποδείξας γὰρ τοὺς ἱεροὺς ἀποστόλους, οἰκητήριον αὐτοὺς καλεῖ τοῦ τῶν ὅλων θεοῦ. Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. Τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας Σιὼν καλεῖ, ὡς πολλάκις προαπε δείξαμεν. Εἰ δὲ καὶ τὴν Ἱερουσαλήμ τις ἐνταῦθα σημαίνεσθαι βούλεται, ἔχει καὶ οὕτως ἡ προφητεία τὸ ἀληθές· πολλαὶ γὰρ ἐν αὐτῇ μυ ριά δες ἐπίστευσαν· καὶ μάρτυς ὁ μέγας Ἰάκωβος ταύτας ὑποδεικνὺς καὶ λέγων· «Θεωρεῖς ἀδελφέ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν.» Οὗ δὴ χάριν καὶ ὁ προφητικὸς ἐπήγαγε λόγος· 6Ἐν νόμῳ παραδοθήσονται. Τουτέστι τῇ καινῇ διαθήκῃ· τοῦτο γὰρ οἱ Τρεῖς Ἑρμηνευταὶ δεδηλώκασιν. Ὁ μὲν γὰρ Θεοδοτίων ἔφη<· «Καὶ ἔσται πίστις ὁ καιρός σου», ὁ δὲ Σύμμαχος>· «Καὶ ἔσται πίστις τοῦ καιροῦ σου», ὁ δὲ Ἀκύλας. «Καὶ ἔσται πίστις οἱ καιροί σου.» Τὰς δὲ τρεῖς ἑρμηνείας παρέθηκα, ἵνα τῆς διανοίας δείξω τὴν συμφωνίαν· καὶ οἱ Ἑβδομήκοντα τοιγαροῦν νόμον τὴν καινὴν ἐκάλεσαν διαθήκην, ἣν οἱ Λοιποὶ «πίστιν» ὠνόμασαν. Ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν. Ἐν ἐλπίσι γὰρ τοῖς ἁγίοις ἀπόκειται τὰ ἀγαθά. ∆ιά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος βοᾷ· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχό μεθα», καὶ πάλιν· «Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ». Ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. Οἱ γὰρ ταῦτα μεμαθηκό τες τῶν μελλόντων ἀπολαύσουσιν ἀγαθῶν. Σοφίαν δὲ καὶ ἐπιστήμην καὶ εὐσέβειαν καλεῖ τὴν τοῦ δεσπότου διδ ασκαλίαν· καὶ γὰρ ὁ θεῖος ἀπόστολός φησιν· «Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ |141 a| ἁγιασμὸς καὶ ἀπολύτρωσις.» 7Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ' ὑμῶν. Καὶ τῆσδε τῆς προφη τείας θεωροῦμεν τὸ τέλος· καὶ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων οἱ πάλαι τὰς ἐκκλησίας διώκοντες ταύτας δεδίασι καὶ πεφρίκασιν· καὶ οἱ πάλαι δὲ τοῖς ἀνθρώποις φοβεροὶ δαίμονες νῦν τῆς εὐσεβείας τοὺς τροφίμους δειμαίνουσιν. Ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίον τες· 8ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί. ∆ιέφθειρεν ὁ δεσπότης Χριστὸς διὰ τῶν τῆς εὐσεβείας κηρύκων καὶ αὐτὰς τῆς τῶν εἰδώλων πλάνης τὰς ἀτραπούς· ἐκ βάθρων γὰρ ἀνέσπασε τὰ τῶν δαιμόνων τεμένη. Καὶ αὐτοὶ δὲ οἱ πάλαι θεοποιούμενοι δαίμονες παρὰ τὰς τῶν ἁγίων μαρτύρων μαστιγούμενοι θήκας πικρῶς ὀλοφύρονται. Οὕτω καὶ αὐτὸν ἐνανθρωπήσ αντα τὸν θεὸν λόγον ἱκέτευον λέγοντες· «Τί ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.» Πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους. Τοῦτο πάλιν οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Ἐπαύσατο διοδεύων τρίβον, διεσκέδασε διαθήκην, ἀπώσατο πόλεις, οὐκ ἐλογίσατο ἀνθρώπους.» Ἐπειδὴ γὰρ εἶπεν ἀνατετράφθαι τὰς ἐπιβλαβεῖς ἀτραπούς, ἐπέμεινε διδάσκων ὡς ἀπέστησαν τῶν τρίβων ἐκείνων οἱ πάλαι διοδεύοντες καὶ τὴν πρὸς τὰ εἴδωλα διαθήκην ἐσκέδασαν. Καὶ οἱ Ἑβδομήκοντα δὲ ταὐτὸ τοῦτο σημαίνουσιν, ὅτι ἐπαύσατο ὁ μάταιος τῶν ἐθνῶν φόβος, τοὺς δὲ τῇ πλάνῃ προστετηκότας οὐδὲ τοῖς ἀνθρώποις συναριθμοῦσιν. 9Ἐπένθησεν ἡ γῆ, οἱ τὰ γήινα φρονοῦντες. Ἠσχύνθη ὁ Λίβανος, τῶν εἰδώλων ἡ τυραννίς. Ἕλη ἐγένετο ὁ Ἀσηρών. Τ ῶν ὑπὸ νόμον τὴν ἀκαρπίαν διὰ τούτων ᾐνίξατο· τῆς γὰρ αὐτῶν χώρας ὁ Ἀσηρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Κάρμηλον πολλάκις τὴν ἔρημον προσηγό ρευσε, τοῦτο αὐτῇ τὸ ὄνομα τεθεικὼς μετὰ τὴν <τῶν> πραγμάτων μεταβολήν. Τῇ δὲ Γαλιλαίᾳ καὶ ἤδη προείρηκε τὰ ἀγαθά· «Γαλιλαία» γὰρ «τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθή μενος ἐν σκότει, εἶδε φῶς μέγα.» Τί δὲ οὕτω περιφανὲς ἐγένετο καὶ περίβλεπτον; οἱ ἐκ τῆς Γαλιλαίας ἀπόστολοι. 10Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, 11νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε. Πάλαι