86
ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ πόλις πλουσία. Ὥσπερ τοὺς Ἰουδαίους ἐξἈβραὰμ τὸ γένος κατάγοντας, τὴν ἐ κείνου δὲ ζηλῶσαι πίστιν οὐκ ἐθελήσαντας ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὠνόμασεν, οὕτω τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ πνευματικὰ δεξαμένην χαρίσματα Ἱερουσαλὴμ καὶ Σιὼν προσαγορεύει. Καὶ γὰρ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις καὶ τὴν ἔρημον καὶ τὸν Λίβανον ὠνόμασε Κάρμηλον, αὐτὸν δὲ τὸν Κάρ μηλ ον δρυμὸν προσηγόρευσεν. Πλουσίαν δὲ ὀνομάζει τοῦ θεοῦ τὴν ἐκκλησίαν τὸν πνευματικὸν αὐτῆς πλοῦτον ἐπιδεικνύς. Μαρτυρεῖ δὲ τῇ προφητείᾳ ὁ ἀπόστολος οὕτω λέγων· «Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» Σκηναὶ αἳ οὐ μὴ σαλευθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάτταλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῇ. Καὶ ἐντεῦθεν δῆλον ὡς οὐδαμῶς ἁρμόττει τῇ παλαιᾷ Ἱερουσαλὴμ τὰ τῆσδε τῆς προφητείας ῥητά· ἐκείνη γὰρ ἐσαλεύθη καὶ κατελύθη καὶ ἐρημίαν ἐδέξατο παντελῆ, ἡ δὲ νέα- τουτέστιν αἱ κα τὰ τὴν οἰκουμένην τοῦ θεοῦ σκηναὶ-τὸ ἀσάλευτον ἔχουσι κατὰ τὴν τοῦ κυρίου φωνήν· «Ἐπὶ ταύτῃ γὰρ τῇ πέτρᾳ» φησὶν «οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Πασσάλους δὲ τῆς σκηνῆς ἡγοῦμαι καλεῖσθαι τοὺς θείους ἀποστόλους, τοὺς νικηφόρους μάρτυρας. Καθάπερ γὰρ τῶν σκηνῶν οἱ πάσσαλοι ἐν τῇ γῇ κεκρυμμένοι τὴν στάσιν ταῖς σκηναῖς πραγματεύονται, οὕτως ἐκεῖνοι δεξάμενοι τοῦ βίου τὸ πέρας καὶ ἐν τῇ γῇ κεκρυμμένα τὰ σώματα ἔχοντες τὰς θείας ὑπερείδουσιν ἐκκλησίας· σχοινίοις δὲ ἔοικεν ἐκ τῶν πασσάλων μέχρι τῶν σκηνῶν διήκουσι τὰ σωτήρια ἐκείνων παιδεύματα, δι' ὧν ἀκίνητος μένει τῶν εὐσεβεῖν προαιρουμένων ἡ πίστις. 21∆ιότι τὸ ὄνομα κυρίου μέγα ὑμῖν, τόπος ὑμῖν ἔσται. Ἐν τῷ ὀνόματι κυρίου καὶ τὰ θαύματα ἐγένετο καὶ τὸ σωτήριον ἐπιτελεῖται βάπτισμα καὶ ἡ μυστικὴ τροφὴ μετα βάλλεται· διὰ τούτου τοῦ ὀνόματος τοὺς οἰκοδομουμένους τῷ θεῷ ναοὺς ἁγιάζομεν. Ἐν ᾧ ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. Ποταμοὶ μὲν οἱ πρῶτοι τῆς ἀληθείας κήρυκες, διώρυγες δὲ οἱ ἐκείνων μαθηταὶ καὶ διάδοχοι ἐξ αὐτῶν μὲν ἕλκοντες τὰ σωτήρια δογμάτων ῥεῖθρα, ἄρδοντες δὲ τὸν θεῖον παράδεισον. Οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. Ὁ γὰρ θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με. Τοῦτο <ὁ> Ἀκύλας οὕτως ἡρμήνευ σεν· «Οὐ μὴ πορευθῇ ἐν αὐτῷ ναῦς κώπης, καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό.» |142 a| Ἀντὶ τοῦ· κρείττων ἐστὶ τῶν πολεμίων, οὐδεμίαν ἔχει πάροδον διὰ τόνδε τὸν ποταμὸν τριήρης πολεμική· μέγας γάρ ἐστι τῶν ἐκκλησιῶν ὁ θεὸς καὶ παρορᾶν αὐτὰς οὐκ ἀνέχεται. Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπιφερομένων δεδήλωκεν· 22Κύριος κριτὴς ἡμῶν, κύριος ἄρχων ἡμῶν, κύριος βασιλεὺς ἡμῶν, κύριος σωτὴρ ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Πάντα πόρον ἀγαθὸν δι' αὐτοῦ κεκομίσμεθα. Τούτου δὴ χάριν καὶ τὴν ἡγεμονίαν αὐτοῦ καὶ τὴν βασιλείαν μεθ' ἡδονῆς ἀσπαζόμεθα. Αὐτὸς γὰρ ἡμῖν χορηγὸς σωτηρίας. Οὕτω τῆς ἐκκλησίας τὸ βέβαιον δείξας τῆς Ἰουδαίων πληθύος τὴν ἀπιστίαν ἐλέγχει· 23Ἐρράγη τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν. Περὶ τῆς ἐκκλησίας ἔφη ὅτι «εἰς τὸν αἰῶνα οὐ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῇ»· ἐνταῦθα δὲ λέγει ταῦτα διαρραγῆναι. Καὶ τὴν αἰτίαν διδάσκει· ὅτι οὐκ ἐνίσχυσεν· οὐ γὰρ ἔσχε τῆς πίστεως τὴν ἰσχύν. Ἐναντία τοίνυν ταῦτα ἐκείνοις, καὶ δῆλον ὡς περὶ ἄλλων μὲν ἐκεῖνα προείρηται, περὶ ἑτέρων δὲ ταῦτα προλέγει οὕτως. Ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία σου, οὐκ ἀρεῖ σημεῖον, ἕως ἂν παραδοθῇς εἰς προνομήν. ∆ιὰ τὴν αὐτήν φησιν ἀπιστίαν καὶ ὁ ἱστός σου ἔκλινεν. Πλὴν τέως ἀνέχομαι καὶ παρ' αὐτὴν τοῦ σταυροῦ τὴν μανίαν οὐκ ἐπάγω τὴν τιμωρίαν· ἀλλ' ὅμως οὐδὲ αὕτη σε ἡ μακροθυμία πείσει δέξασθαι τὸ σημεῖον τῆς σωτηρίας, ἕως ἂν τῇ Ῥωμαίων δουλείᾳ παραδοθῇς. Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι 24καὶ οὐ μὴ εἴπωσιν· Κοπιᾷ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτῇ. Ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Χωλοὺς τοὺς Ῥωμαίους