1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

87

ἐκάλεσε διὰ τὴν ἀσέβειαν ἣν εἶχον, ἡνίκα ταύτην ἐπολιόρκουν· τούτοις δὲ λέγει καὶ τὴν ἁμαρτίαν ἀφεθῆναι τὸν θεῖον ἐμπρήσασι νεών, ἐπειδὴ τῆς θείας οὗτος ἐγυμνοῦτο χάριτος. Ἐντεῦθεν εἰς ἑτέραν ὑπόθεσιν ὁ προφητικὸς με ταβέβηκε λόγος καὶ προλέγει τά τε τῇ Ἰουδαίᾳ ἐσόμενα λυπηρά, ἁρμόττει δὲ ἡ προφητεία καὶ τοῖς κατὰ τὸν τῆς συντελείας ἐσομένοις καιρόν. 341Προσαγάγετε ἔθνη καὶ ἀκούσατε, ἄρ χοντες προσέχετε· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. 2∆ιότι ὁ θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ἡ ὀργὴ αὐτοῦ ἐπὶ πάντα τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Ταῦτα καὶ περὶ τῆς συντελείας ἐν τοῖς ἱεροῖς εὐα γγελίοις ὁ δεσπότης προείρηκεν· «Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται σεισμοὶ καὶ λοιμοί.» Ταῦτα καὶ ὁ προφητικὸς ἐδίδαξε λόγος. Καὶ προστέθεικεν ὅτι καὶ τραυματιῶν ἡ γῆ καὶ νεκρῶν πληρωθή σεται καὶ ἡ δυσοσμία αὐτῶν τὸν ἀέρα κεράσει καὶ τὸ αἷμα τὴν γῆν καταβρέξει. Ἐπήγαγε δὲ ὅτι 4καὶ τακήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ εἰλιχθήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα τοῦ οὐρανοῦ πεσεῖται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς ἐκρεῖ φύλλα ἀπὸ συκῆς. Καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησὶν ὅτι «αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθή σονται», καὶ ὁ μακάριος ∆αυὶδ περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Καὶ περὶ τοῦ ἡλίου καὶ τῆς σελήνης ἔφη· «Τότε σκοτισθήςεται ὁ ἥλιος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.» 5Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Οὐρανὸν οἶμαι τροπικῶς ἐνταῦθα τὴν Ἱερουσαλὴμ ὀνομάζεσθαι. Ὥσπερ γὰρ ὁ οὐρανὸς οἰκητήριον ὑπείληπται τοῦ θεοῦ, οὕτω καὶ ὁ ἐν Ἱεροσολύμοις νεώς. Ἐπειδὴ τοίνυν Ἰδουμαῖοι ἐφήσθησαν τῇ τῶν Ἰουδαίωνπληγῇ καὶ τῇ τῶν Βαβυλωνίων νίκῃ, προλέγει τὰ ἐσόμενα αὐτοῖς ἀλγεινά. Ὅτι δὲ ταῖς Ἰουδαίων ἐνετρύφων συμφοραῖς, καὶ ὁ μακάριος ἡμᾶς δι δάσκει ∆αυίδ · «Μνήσθητι κύριε τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· Ἐκκενοῦτε ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς»· ἀντὶ τοῦ· καταλύσατε καὶ κατασπάσατε καὶ πρόρριζον ἀνασπά σατε. ∆ιὰ τοῦτό φησιν ὁ θεὸς ὅτι σείων μετὰ κρίσεως τὴν μάχαιραν αὐτοῦ ἐπὶ τῆς Ἰδουμαίας χωρήσει ὡς δικαίαν αὐτοὺς κα........ ποινήν. 6Ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος ταύρων καὶ ἀμνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. Ταύρους καὶ τράγους καὶ κριοὺς τοὺς ἄρχοντας καλεῖ, ἀμνοὺς δὲ τοὺς ὑπηκόους· μάχαιραν δὲ θεοῦ τοὺς πολεμίους. Τὸ δέ· ἐνεπλήσθη ἀπὸ αἵματος καὶ ἐπαχύνθη ἀπὸ στέατος, τῶν ἀνῃρημένων τὸ πλῆθος δηλοῖ. Εἶτα θυσίαν κυρίου καλεῖ τὴν ἐκείνων σφαγὴν ὡς δικαίαν οὖσαν καὶ κατὰ θείαν ψῆφον γεγενημένην. Ἁδροὺς δὲ πάλιν τοὺς εὐπόρους προσαγορεύει, καὶ ἐκ τοῦ αἵματος καὶ ἐκ τοῦ |142 b| στέα τος τούτων λέγει τὴν γῆν ἐμπλησθή σεσθαι· οὐδενὸς γὰρ τὰ σώματα κατακρύπτοντος τοῦ δυσώδους ἰχῶρος ἐνεπίπλατο πᾶσα τῆς γῆς ἐκείνη<ς> ἡ ἐπιφάνεια. 8Ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀντα ποδόσεως τῇ κρίσει Σιών. ∆ιὰ γὰρ τὴν εἰς τὴν Σιὼν ἀδικίαν ταῦτα ὑπέμειναν Ἰδουμαῖοι. 9Καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον, καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη 10νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον. Θεῖον πάλιν καὶ πῦρ τὴν τιμωρίαν ἐκάλεσε καὶ τὴν ἐκ ταύτης ἐσομένην ἐρημίαν· καὶ γὰρ «ἐπὶ τὰ Σόδομα ἔβρεξέ» φησι «κύριος πῦρ καὶ θεῖον.» Τὸ δέ· οὐ σβεσθή σεται εἰς τὸν αἰῶνα χρόνον, τὴν ἐρημίαν δηλοῖ· καὶ γὰρ μέχρι καὶ τήμερον τὰ πλεῖστα τῆς Ἰδουμαίας μεμένηκεν ἔρημα. Ἰδουμαία δέ ἐστιν ἡ τοῦ <Ἠ>σαῦ χώρα· φασὶ δὲ τὴν Πέτραν ταύτης εἶναι μητρόπολιν. Καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, καὶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν, καὶ οὐκ ἔσται ὁ παραπορευόμενος δι' αὐτῆς.