1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

89

εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἁπαλὰ τῆς κέδρου καὶ τῆς κυπαρίσσου.» Εἶτα ἑρμηνεύων διδάσκει Λίβανον μὲν εἶναι τὴν Ἱερουσαλήμ, ἀετὸν δὲ τὸν Βαβυλώνιον, ἁπαλὰ δὲ τῆς κέδρου τὸ σπέρμα τῆς βασιλείας. Καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. Καὶ κατὰ τὸν παρόντα βίον ὁρῶσιν οἱ πεπιστευκότες τοῦ κυρίου τὴν δόξαν καὶ φανερωτέραν ταύτην ἐν τῇ δευτέρᾳ θεάσονται παρουσίᾳ. 3Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, 4εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε μὴ φοβεῖσθε. Τοὺς ἡττηθέντας πάλαι καὶ τῷ διαβόλῳ δεδουλευκότας ὁ θεῖος ἀναρρώννυσι λόγος καὶ παρεγγυᾷ τὴν ἐκείνου τυραννίδα μὴ δεδιέναι. Ἰδοὺ ὁ θεὸς ἡμῶν κρίςιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. Καὶ ἐπειδὴ φοβερὰ ἦν ἡ τῆς κρίσεως ἀπειλή, ὑποδείκνυσι τὸν ταύτης καρπόν. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Ἡ γὰρ προτέρα τοῦ σωτῆρος ἡμῶν ἐπιφάνεια τὴν σωτηρίαν τοῖς ἀνθρώποις προσήνεγκεν. Οὕτω γὰρ καὶ αὐτὸς ἔφη· «Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Τῇ κρίσει τοίνυν κατὰ τῶν πολεμούντων ἡμῖν δαιμόνων ἐχρήσατο, ἡμᾶς δὲ οἴκτου καὶ φιλανθρωπίας ἠξίωσεν. Εἶτα ἐπιδείκνυσι τὰ τῆς θείας παρουσίας σημεῖα· 5Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσεται· 6Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων. Ταύτην καὶ τοῖς σώμασιν ὁ σωτὴρ τὴν θεραπείαν προσήνεγκε καὶ ταῖς ψυχαῖς προσφέρει διηνεκῶς καὶ τὴν οἰκουμένην τυφλώττουσαν ἀναβλέψαι πεποίηκε καὶ χωλεύ ουσαν δραμεῖν πρὸς αὐτὸν παρεσκεύασε καὶ τῶν θείων λογίων ἀκούειν οὐκ ἀνεχομένην τοῖς θείοις λογίοις προστρέ χειν ἀνέπεισε καὶ ψελλιζομέ νην καὶ εἰς πολλὰ τὴν θείαν προσηγορίαν μερίζουσαν ἀρτιλαλεῖν ἐξεπαίδευσε καὶ τρανὰ καὶ ἀντίθ ροα θεὸν ὑμνεῖν παρεσκεύασεν. Ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ. Τῆς γὰρ διδασκα λίας τὸ κήρυγμα τὴν οἰκουμένην ἐπλήρωσεν. 7Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται. Τὸ πλῆθος τῆς ἀρδείας ὁ λόγος δεδή λωκεν. Καὶ ὁ κύριος δὲ ἐν τοῖς θείοις εὐαγγελίοις ἔφη· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, οὐ κοράκων καὶ τῶν ἄλλων σαρκοβόρων ἀλλὰ τῶν ὑπόπτερον ἐχόντων διάνοιαν καὶ μετάρσιον φρόνημα κεκτημένων. Ἐπαύλεις σειρήνων. Τοὺς διδασκάλους διὰ τούτων δεδήλωκε τὰς τῶν μαθητευομένων καταθέλγοντας ἀκοάς. Καὶ κάλαμοι καὶ ἕλη. Ξένον τοῦτο καὶ παρά δοξον ἐν ἀνύδρῳ γῇ φαινόμενον· ταῦτα δὲ εἰς ἀπόδειξιν τοῦ πλήθους τῶν ὑδάτων τέθεικεν. Καλάμ ους δὲ καὶ ἕλη καλεῖ τοὺς τὴν πίστιν μὲν ἔχοντας καὶ ταύτην τεθηλότας, τοῖς δὲ τῆς ἀρετῆς οὐ κομῶντας καρποῖς. Ἔχει δὲ καὶ τούτους τῆς ἐκκλησίας ὁ σύλλογος. 8Καὶ ἐκεῖ ἔσται ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται· καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος. Ἀκαθάρτους καλεῖ τοὺς τῶν εἰδώλων θερα πευτάς· τούτων φησὶν ὁ θεῖος ἀπήλλακται σύλλογος. Οἱ δὲ διεσπαρμένοι πορεύσονται δι' αὐτῆς, οὐ μὴ πλανη θῶσιν. Ἡγοῦμαι διεσπαρμένους τοὺς ἱεροὺς ἀποστόλους ἐπὶ τοῦ παρόντος κληθῆναι· τούτους γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην διέσπειρεν ὥστε τὰ σωτήρια διαπορθμεῦσαι κηρύγματα, ἀλλ' ὅμως καὶ διασπ αρέντες ἀπλα νῶς ὥδευ σαν· εἶχον γὰρ ποδηγὸν τὴν χάριν τοῦ πνεύματος. 9Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ. Λέοντα γὰρ τὸν διάβολον ὡς οἶμαι καλεῖ· «Ὁ» γὰρ «ἀντίδικος ὑμῶν» φησι «διάβολος ὡς λέων ἕστηκε προσδεχόμενος τίνα ὑμῶν καταπίῃ.» Θηρία δὲ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας δαίμονας, ὧν ἀπηλλάχθαι τῆς ἐκκλησίας τὸν σύλλογον ἡ θεία πρόρρησις ἔφη. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ |143 b| λελυτρωμένοι 10καὶ συνηγμένοι ὑπὸ κυρίου· καὶ ἀποστρα φήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλ λιάματος. Σιὼν τὴν ἐπουράνιον λέγει· «Προσεληλύθατε» γάρ φησι «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Εἰς ταύτην ἥξειν τοὺς λελυτρωμένους