1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

90

καὶ ἰὸν ἀσπίδων ἀνίατον εἶναι ἡρμήνευσεν Μωϋσῆς φάσκων· «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι· ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν», καὶ μετ' ὀλίγα· «Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ ἰὸς ἀσπίδων ἀνίατος»; 3.88 Τούτου τοῦ πόματος ἡ μεταλαβοῦσα εἰς μέθην παρορᾶται ὑπὸ τοῦ κηδεμόνος Θεοῦ, ὡς μηκέτι στάσιν εὑρίσκειν, ἀοράτων ἐχθρῶν ἐπικειμένων, πορθούντων πολεμίων ἰσχυρῶν δίκην. Τί δ' ἕψεται τούτῳ τῷ κλόνῳ, ἢ τὰ ὀχυρώματα αὐτῆς, ἃ ἀσφαλῆ καὶ ἀσάλευτα ἡγεῖτο, εἰς τοσοῦτον ἀσθενήσειν ὡς δίκην συκῶν σκοποὺς ἐχουσῶν κινηθήσεσθαι, ἐφ' ᾧ κλόνῳ εἰς στόμα ἔσθοντος τὸν καρπὸν αὐτῆς πεσεῖν. 3.89 Ἔχανεν γὰρ καὶ ἤνοιξεν τὸ στόμα ὁ ἀντικείμενος πολέμιος ὡς ἑτοίμως δέχεσθαι εἰς τὸ φαγεῖν τοὺς ἀποπίπτοντας ἀπὸ τῶν ὀχυρωμάτων, εὐσαλεύτων διὰ πολλὴν ἀσθένειαν ἀποδειχθέντων ὑπὸ τοῦ τροπαιούχου παμβασιλέως, δεδωκότος ἐξουσίαν πατεῖν τὴν ἐναντίαν φάλαγγα, κατὰ τὸ ἐν Εὐαγγελίῳ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον τοῖς γνωρίμοις· «Ἔδωκα ὑμῖν ἐξουσίαν πατεῖν» πρὸς ἑτέροις καὶ «ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς ἀδικήσει», τοῦτ' ἔστι βλάψει. 3.90 Ὅτι δὲ τὸ πεσεῖν εἰς στόμα ἔσθοντος τὸ ἡττηθῆναι σημαίνει, ἐκ πολλῶν γραφῶν μαρτυρεῖται, καὶ μάλιστα ἐκ τοῦ· «Πρόβατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.» Ὁμῶς δὲ εἰ καὶ ἴσχυσαν αἱ λέουσιν παραβαλλόμεναι δι' ἀγριότητα ἀντικείμεναι δυνάμεις, ἀλλ' ὑφέξουσιν δίκην, ἐλευθερουμένου τοῦ καταποθέντος ὑπ' αὐτῶν Ἰσραήλ, ἀλληγορικῶς προβάτου ῥηθέντος, ὡς τὸν προφήτην ἐπινικίως βοᾶν· «Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ' αὐτούς, φησὶν Κύριος.» 3.91 Ἐπικερτομεῖ κατὰ τῆς μεθυσθείσης καὶ παρεωραμένης ὁ λόγος, ἐπιφέρων· «Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, κατακράτησον τῶν ὀχυρωμάτων σου» ὧν ἥγου ἀκαταμαχήτων τυγχάνειν. Εἰ γὰρ καί ποτ' ἐδόκει ἄλυτα τὰ σοφίσματα εἶναι καὶ ἀκαθαίρετοι οἱ ἐριστικοὶ λόγοι, ἀλλά γε φανείσης τῆς ἀληθείας καθαιρεθήσονται ὡς μηδαμῶς ἔτι ἐπαίρεσθαι κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. 3.92 Παραπλησίως ἐκλήμψει φρούρια καὶ ἕρκη δῆθεν ἀκαθαίρετα οἰκοδομῆσθαι ὑπὸ τῶν συναγορευόντων τῇ εἰδωλολατρείᾳ καὶ πολυθέῳ πλάνῃ· οὗτοι δὲ ἀλληγορίας τρόπῳ Τύριοι ὀνομάζονται, μεταλαμβανόμενοι Ἑλλήνων φωνῇ εἰς «συνοχὴν» καὶ «συνέχοντας». 3.93 Καὶ ἐπεὶ πάντες οἱ κακοὶ παρ' ἑαυτούς εἰσι τοιοῦτοι, οὐδενὸς μοχθηροῦ κατ' οὐσίαν ὄντος φαύλου, γίνεται Θεοῦ κληρονομία καὶ ἡ Τύρος μετὰ πάντων τῶν περὶ ὧν εἴρηται ὑπὸ τοῦ Πατρὸς τῷ Σωτῆρι· «Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Πάντων τῶν κληρονομουμένων ἐθνῶν οὖσα καὶ ἡ Τύρος, ὑποταγήσεται ὡς λοιπὸν μετανοῆσαι θεασαμένην τὰς Ἰησοῦ τεραστίους δυνάμεις. 3.94 Εἰ γὰρ πρότερον ἠλαζονεύετο οἰκοδομοῦσα ὀχυρώματα, θησαυρίζουσά τε ἀργύριον ὡς χοῦν, καὶ συνάγουσα χρυσίον ὡς πηλὸν ὁδῶν, κατεσπάσθη ἡ δύναμις αὐτῆς εἰς τὴν τοῦ βίου τῶν ἀνθρώπων ζάλην, θάλασσαν ἀλληγορικῶς ὀνομαζομένην, οὐκ ὠφελησάντων αὐτὴν τοῦ θησαυρισθέντος ἀργυρίου, διὰ πλῆθος ἢ τὸ εὐτελὲς τῷ χνῷ τῆς γῆς παραβαλλομένου, οὐδὲ τοῦ συναχθέντος χρυσίου πηλοῦ ὁδῶν δίκην συμβαλλομένου πρὸς ἀσφάλειαν αὐτῆς· κἂν γὰρ μυρία σοφιστεύωσιν καὶ περινοῶσιν οἱ τῆς ἀσεβείας συνήγοροι, ἀπωλείᾳ παραδοθήσεται τὰ σπουδαζόμενα. 3.95 Πῶς γὰρ οὐ χῷ παραβληθήσεται ὁ πλοῦτος τῶν ἐμμανέντων κατὰ τῆς ἀληθείας, «τῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ φερόντων», ὡσαύτως εὐτελιζομένου καὶ τοῦ χρυσίου οὗ συνηγίοχαν παραπλησίως πηλῷ ὁδῶν; Οἱ γὰρ ὁδεύοντες τὰς δυσσεβεῖς διδασκαλίας πηλὸν πατοῦσιν, ὡς ὀλίσθους μυρίους ὑφίστασθαι. Ὅμως κἂν ἐπὶ πολὺ ἀντιτείνουσα ἡ Τύρος ἀντικειμένως ὁδεύῃ, πειραθήσεται πυρὸς κολαστικοῦ, μεθ' ὃ