90
ἔφη εὐφραινομένους καὶ χαίροντας. Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Τέλος γὰρ οὐκ ἔχει τὰ προσδοκώμενα ἀγαθά. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίασις, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ἄλυπος γὰρ ὁ βίος ἐκεῖνος, φροντίδων ἀπηλ λαγμένος, ζάλην οὐδεμίαν δεχόμενος, ἀλλ' ἑορτὴν ἔχων διηνεκῆ καὶ πανήγυριν. Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
11 ΤΟΜΟΣ ΙΑʹ 361Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασι λεύοντος Ἐζεκίου ἀνέβη
Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. Μέμνηται μὲν τῆς ἱστορίας καὶ ἡ τετάρτη τῶν Βασιλειῶν. Ὁ δὲ προφήτης οὐ παρέλκον τι δρῶν ταύτην συνῆψε τῇ προφητείᾳ ἀλλὰ δεικνὺς τῶν προηγορευμένων τὸ ἀληθές. Ἐπειδὴ γὰρ πλεῖστα ἐν τοῖς ἔμπροσθεν ἐθέ σπισε περί τε Βαβυλωνίων καὶ Τυρίων καὶ Αἰγυπτίων καὶ πολλῶν ἄλλων ἐθνῶν, διαφερόντως δὲ περὶ <τῆς> τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς Ἰουδαίων ἀπιστίας καὶ τιμωρίας καὶ τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ σωτηρίας, προηγόρευσε δὲ καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὸν ἐπενεχθέντα αὐτοῖς θεήλατον ὄλεθρον, ἐνταῦθ α εἰκότως μέμνηται τῆς ἱστορίας, ἵνα δείξῃ τῆς προφητείας τὸ ἀψευδὲς καὶ ὅτι, καθάπερ τὰ κατὰ τὸν Σενναχηρὶμ τετύ χηκε πέρατος, οὕτω δὴ καὶ τὰ ἄλλα πάντα ὅσα προείρηκεν εἰς ἔργον ἀχθήσεται. Ὁ δὲ Σενναχηρὶμ οὗτος, ἐπει δὴ τῶν δέκα φυλῶν ἐνίας πόλεις ἐξηνδραπόδισε καί τινας τῆς Ἰουδαίας ἐπολιόρκησεν, ἤλπισε νῦν καὶ τῆς Ἱερουσαλὴμ περιέσεσθαι. Ἀπέστειλε δὲ μετὰ στρατιᾶς ὅτι πλείστης καὶ Ῥαψάκην τινὰ στρατηγὸν ὥστε τ αύτην πολιορκῆσαι. Οὗτος ἐπιτήδειόν τινα ἐκλεξά μενος τόπον καὶ ἐν τούτῳ στρατοπεδευσάμενος-λέγει δὲ καὶ τὸν τόπον ὁ προφήτης- διεπόρθμευσε τὰ ὑπὸ τοῦ βασιλέως δεδηλωμένα· καὶ γὰρ ἐξεληλύθεισαν πρ ὸς αὐτὸν Ἐλιακὶμ ὁ τοῦ Χελκίου καὶ Σομνᾶς καὶ Ἰωάχαζ. Τούτου δὲ τοῦ Ἐλιακὶμ καὶ ἐν τοῖς πρό σθεν ἐμνήσθη καὶ πολλαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. Καὶ τὸν Σομνᾶν δέ τινες αὐτὸν ἔφασαν εἶναι τὸν ἄνω κατηγορούμενον, ἐγὼ δὲ οὐκ οἶμαι· ὁ μὲν γὰρ πολλὰς εἰς βλακείαν καὶ τρυφὴν λοιδορίας ἐδέξ ατο, οὗτος δὲ οὐδὲ τὴν παρ' ἄλλων τολμη θεῖσαν ἀπαθῶς ἤνεγκε βλασφημίαν ἀλλὰ τὴν ἐσθῆτα διέ ρρηξεν. Τούτοις ὁ Ῥαψάκης παρεγγυᾷ τῷ Ἐζεκίᾳ εἰπεῖν ὅτιὁ βασιλεὺς Ἀσσυρίων τάδε φησίν· 4Τίνι πεποιθὼς εἶ; 5Μὴ ἐν βουλῇ <καὶ> λόγοις χειλέων παράταξις γίνεται; ∆ήλην ἡμῖν ποίησον τὴν αἰτίαν τοῦ θράσους. Οὐ χρεία νῦν βουλῆς ἀλλὰ συμπλοκῆς· οὐκ ἔστιν ὁ καιρὸς λόγων ἀλλ' ἔργων, οὐ πρεσβείας ἀλλὰ παρατάξεως. Ἀλλ' ἴσως τῇ Αἰγυπτίων ἐπικουρίᾳ θαρρεῖς· καίτοι καλάμῳ ἐοίκασι καὶ τούτῳ τεθλασμένῳ καὶ τοὺς σκηριπτομένους οὐ μόνον οὐκ ἐρείδοντι ἀλλὰ καὶ τὴν τούτων χεῖρα τιτρώσκοντι. Ταύτην δὲ προσήνεγκε τὴν παραβολήν, καὶ τῆς ἀσθενείας καὶ τῆς πο νηρίας τ ῶν Αἰγυπτίων κατηγορῶν. Ἐπαρκέσαι μὲν γάρ φησιν οὐ δύνανται δι' ἀσθένειαν, λυμαίνονται δὲ καὶ τοῖς φεύγουσι διὰ πολλὴν πονηρίαν. Καὶ ταῦτα μὲν οὖν τὰ ῥήματα πολλῆς ἀλαζονείας καὶ κακίας μεστ ά· οὐδεμίαν δὲ κακοηθείας ὑπερβολὴν κατα λείπει τὰ μετὰ ταῦτα, ἐστὶ δὲ ταῦτα· 7Εἰ δὲ λέγετε πρός με· Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, καὶ μὴν οὗτός ἐστιν οὗ περιεῖλεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· Κατὰ πρόσωπον |144 a| τοῦ