1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

91

θυσιαστηρίου τούτου προσκυ νεῖτε. Κακοτεχνίᾳ καὶ πανουργίᾳ χρώμενος οὐκ εὐθὺς ἐπὶ τὴν βλασφημίαν ἐχώρησεν, ἀλλὰ κατὰ τοῦ εὐσεβοῦς βασιλέως τέως ὑφαίνει κατηγορίαν τοῖς πολλοῖς τῶν ὑπηκόων οὐκ ἀπαρέσκουσαν. Καὶ γὰρ οἱ πλείους ἀδεῶς θύειν ἐβούλοντο καὶ τὴν γνώμην ἐγύμνωσαν ἐπί τε τοῦ Ἄχαζ καὶ τοῦ Μανασσῆ καὶ τῶν ἄλλων τῶν κατ' ἐκείνους προελομένων τὴν πλάνην. ∆εῖ μέντοι ἐπισημήνασθαι ὡς οὐ τῆς τῶν εἰδώλων κατα λύσεως ὁ Ῥαψάκης μέμνηται ἀλλὰ τῶν ἐν τοῖς ὑψηλοῖς τόποις ἀνακειμένων τῷ θεῷ θυσιαστηρίων. Ἡγοῦμαι γὰρ ταῦτα τὰ καλούμενα ὑψηλὰ τῷ θεῷ μὲν ἀνατεθῆναι, παρὰ δὲ τὸν νόμον ἀνατεθῆναι· πρὸ γὰρ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ ἐν τῇ Χεβρὼν καὶ ἐν τῇ Γαβαὼν καὶ ἐν τῇ Μασσηφὰ καὶ ἐν πολλοῖς ἑτέροις τόποις θυσίας προσέφερον τῷ θεῷ, μετὰ δέ γε τὴν οἰκοδομίαν οἱ κατὰ νόμον πολιτευόμενοι οὐκ ἠνείχοντο θύειν ἔξω τοῦ θείου νεώ, οἱ δὲ κτηνώδεις καὶ τῆς ὁδοῦ τῆς θείας ἔξω βαίνοντες ἐν τοῖς ὑψηλοῖς τόποις προσέφερον τὰς θυσίας οὐκ εἰδώλοις ὡς οἶμαι ἀλλὰ τῷ θεῷ. Καὶ τοῦτο δῆλον ἡμῖν ἡ τῶν Βασιλειῶν καὶ ἡ τῶν Παραλειπομένων ἱστορία ποιεῖ· καὶ τὸν Ἀσὰ γὰρ καὶ τὸν Ἰωσαφὰτ ἐπαινέσαντες οἱ ἐκεῖνα συγγράψαντες καὶ ταῦτα ἔφασαν· «Καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον κυρίου τοῦ θεοῦ αὐτοῦ καὶ ἀπέστησε τὰ θυσιαστήρια τὰ ἀλλότρια καὶ τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξέκοψε τὰ ἄλση.» «Πλὴν ἔτι ἐθυμία ὁ λαὸς ἐν τοῖς ὑψηλοῖς.» Τοὺς μὲν γὰρ τῶν εἰδώλων κατέλυον τόπους, τοὺς δὲ τῷ θεῷ ἀνακειμένους κατελίμπανον ἐπὶ σχήματος. Μόνοι δέ γε Ἐζεκίας καὶ Ἰωσίας καὶ ταύτην τὴν παρανομίανἐκώλυσαν. Ταύτην τὴν ἀξιάγαστον τοῦ Ἐζεκίου σπουδὴν κατηγορίας ἀξίαν ὁ Ῥαψάκης ἐνόμισε καὶ παρεγγυᾷ μὴ θαρρεῖν τῷ θεῷ, ἀγανακτεῖν αὐτὸν λέγων ὡς τῶν ἀνακει μένων αὐτῷ θυσιαστηρίων ἐκ βάθρων ἀνεσπασμένων καὶ περιορισθείσης αὐτῷ τῆς θεραπείας μόνῳ τῷ ἀφιερωμένῳ ναῷ. Εἶτά φησιν· Ἐπὶ τῇ ῥώμῃ θαρρήσαντες δότε τῆς δυνάμεως πεῖραν· ἐγὼ τοὺς ἵππους παρέξω, καὶ ὑ μεῖς δισχιλίους ἐπιβάτας παράσχετε. Εἰ δὲ καὶ τοῦτο ὑμῖν ἀδύνατον, 9πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν ἑνὸς τῶν δούλων τοῦ κυρίου τῶν μικρῶν; Οὐ δύνασθέ φησιν ἑνὸς αὐτοῦ εὐτελοῦς τοπάρχου δέξασθαι προσβολήν. Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἴγυπτον, ἐφ' ἵππον καὶ ἀναβάτην. Οἱ δὲ Τρεῖς Ἑρμηνευταὶ οὕτως τοῦτο τεθείκασιν· «Καὶ ἐθάρρησεν ἑαυτῷ εἰς Αἴγυπτον καὶ εἰς ἅρματα καὶ ἵππους.» Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον, ὅτι δοῦλοι καὶ φυγάδες εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις· ἐπειδὴ γὰρ ὁ Ἄχαζ δασμόν τινα παρεῖχε τοῖς Ἀσσυρίοις διὰ τὸ δέος τῶν Σύρων, ὁ δὲ Ἐζεκίας τῇ εὐσεβείᾳ θ αρρήσας κατεφρόνησε καὶ τὸν φόρον οὐκ ἔδωκεν, οἰκέτας αὐτοὺς ἐκάλεσεν Αἰγυπτίοις προσπεφευγότας. Εἶτα προσ τίθησι τοῖς εἰρημένοις καὶ ἕτερον ψεῦδος τοὺς ἐπὶ τοῦ τείχους ἑστῶτας ἀποβουκολῆσαι βουλόμενος· 10Καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρός με· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. ∆ῆλός ἐστιν ὁ τρισάθλιος οὗτος ὡς Ἑβραῖος ὢν καὶ εἰδὼς ὅτι πολλάκις αὐτοὺς ὁ θεὸς δίκας τῆς ἀσεβείας πραττόμενος ἀλλοφύλοις παρέδωκεν ἔθνεσι τούτοις τοῖς λόγοις ἐχρήσατο. Καὶ δυοῖν θάτερον· ἢ αὐτομολήσας προσεχώρησεν ἐκείνοις ἢ αἰχμάλωτος ἀπαχθείς, ἡνίκα τὰς δέκα φυλὰς ἠνδραπόδισαν, ἠσπάσατο τὴν ἐκείνων ἀσέβειαν. Πρὸς ταῦτα μέντοι ἀπεκρίναντο οἱ περὶ τὸν Ἐλιακ ὶμ παρακαλοῦντες μὴ τῇ Ἑβραίων ἀλλὰ τῇ Σύρων κεχρῆσθαι φωνῇ· Ἐπαΐομεν γὰρ καὶ τῆς τούτων γλώττης· οὐ γὰρ προσήκει πᾶσι τὰ λαλούμενα δῆλα γενέσθαι. Ὁ δέ φησιν· Οὐ πρὸς ὑμᾶς οὐδὲ πρὸς τὸν ὑμέτερον ἀπεστάλην δεσπότην ἀλλὰ πρὸς τὸν λαὸν τοῦτον τὸν πάσης ἄξιον ἀτιμίας. Εἶτα τούτους κατα λιπὼν καὶ βοῇ μεγίστῃ χρησάμενος ἐξαπατᾶν πειρᾶται τὸ πλῆθος τὸν μέγιστον βασι λέα λέγων δεδηλωκέναι· 14Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις οἷς οὐ μὴ δύνηται ῥύσασθαι ὑμᾶς· 15καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ θεὸς καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων· 16μὴ ἀκούετε Ἐζεκίου. Οὔτε οὗτος λύττης οὔτε