1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

92

ὁ δεσπότης θεὸς μακροθυμίας ὑπερβολὴν κατέλιπεν· |144 b| οὗτος μὲν γὰρ πλήττειν οὐ δυνάμενος ἔβαλλεν, ὁ δὲ παντοδύναμος ἔφερεν. Προστίθησι δὲ πάλιν τοῖς εἰρημένοις ὅτι, εἰ τοῦ εὐπαθεῖν ἐφίεσθε, τὰς πύλας ἀναπετάσατε, ἀδεῶς πρὸς ἡμᾶς ἐξέλθετε καὶ τ εύ ξεσθε εἰρήνης, ἀπολαύσεσθε καὶ τῶν τῆς χώρας καρπῶν, 17ἕως ἂν ἔλθω φησὶ καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς τὴν γῆν ὑμῶν, ὁμοίως γόνιμόν τε καὶ πίονα καὶ παντοδαποὺς φέρουσαν τοῖς γεωργοῦσι καρπούς. ∆ῆλος δὲ ἦν οὗτος ἄλλοις ἐπι στρατεῦσαι βουλόμενος, διὸ δὴ ἔφη· ἕως ἂν ἔλθω. Πρὸς τούτοις ἀπ αριθμεῖται τὰ ἔθνη καὶ τὰς πόλεις, ἃς ὑπακούειν ἠνάγκασεν· πρὸς ταῖς ἄλλαις καὶ τῆς Σαμαρείας φέρει τὴν μνήμην βρενθυόμενος καὶ λέγων ὡς οὐδεὶς αὐτῶν ἀμείνων ἐφάνη, οὐ βασιλεύς, οὐ στρατηγός, οὐχ ὁ τούτων προστατεύων θεός· πάντων γάρ φησιν ὁμοῦ καὶ τῶν ἀνθρώπων καὶ τῶν θεῶν ἐκρατήσαμεν, οὐ τοίνυν οὐδὲ ὁ ὑμέτερος περιέσται μου θεός. Ταύτην ἀκούσαντες τὴν ἄρρητον βλασφημίαν οἱ περὶ τὸν Ἐλιακὶμ λόγου μὲν οὐδενὸς μετέδοσαν τῷ δυσσεβεῖ, τὴν ἐσθῆτα δὲ διαρρήξαντες ἔδραμον πρὸς τὸν εὐσεβῆ βασιλέα καὶ ἐδίδαξαν τοῖς τε λόγοις τῷ τε σχήματι τὴν τῆς βλασφη μίας ὑπερβολήν. Ταὐτὸ δὲ τοῦτο καὶ ὁ πάντα ἄριστος δέδρακε βασιλεύς· τὴν γὰρ βασιλικὴν διαρρήξας στολὴν καὶ σάκκον ἀντὶ ταύ της περιβαλόμενος ἔδραμε πρὸς τὸν σὺν αὐτῷ πολεμούμενον, τὸν τῶν ἁπάντων δημιουργόν. Μέτρα δὲ τῆς ἀρετῆς διακρίνειν εἰδὼς οὐ μόνος ἱκετεύει τὸν τῶν ὅλων θεόν, ἀλλὰ τὸν προφήτην Ἡσαΐαν εἰς ἐπι κουρίαν καλεῖ καὶ πρεσβευτὴν γενέσθαι παρακαλεῖ, τούς τε προειρημένους καὶ τῶν ἱερέων τοὺς αἰδοῦς ἀ ξιωτέρους τὸ πένθιμον σχῆμα περικειμένους πρὸς αὐτὸν ἀποστείλας. Οἱ δὲ παραγενόμενοι ἔφασαν ταῦτα· 373 Τάδε λέγει Ἐζεκίας. Καὶ ἐντεῦθεν ἔστι καταμαθεῖν τὴν διαφορὰν τοῦ φρονήματος. Ὁ μὲν γὰρ Ῥαψάκης ἔλεγεν· «Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας Ἀσσυρίων», οὗτοι δὲ τὸ μέτριον τοῦ πεπομφότος δεικνύντες οὐδὲ βασιλέα αὐτὸν ὀνομάζουσιν ἀλλὰ μόνου τοῦ ὀνόματος μέμνηνται. Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Ὀνειδισμὸν καλεῖ τὴν ἐκείνου βλαςφημίαν, ἐλεγμὸν δὲ τὴν τοῦ λαοῦ παρανομίαν. Ἡμεῖς γὰρ αἴτιοι τῆς βλασφημίας παρανόμως βιοῦντες καὶ ἀξίους ἡμᾶς αὐτοὺς ἀποφαίνοντες τῆς τιμωρίας· ἀλλ' ὅμως ὀργιζόμεθα μὲν διὰ τὴν τῆς βλαςφημίας ὑπερβολὴν καὶ κολάσαι τὸν ἀλιτήριον ἐφιέμεθα, ἐπιθεῖναι δὲ τῇ προθυμίᾳ τὸ πέρας οὐκέτι δυνάμεθα καὶ ἐοίκαμεν γυναικὶ κυούσῃ μὲν καὶ δεδεγμένῃ τῶν ὠδίνων τὴν προσβολήν, τεκεῖν δὲ δι' ἀτονίαν οὐ δυναμένῃ. 4Εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου τοὺς λόγους Ῥαψάκου ὃν ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε κύριος ὁ θεός σου; ∆ηλοῖ καὶ ταῦτα τοῦ βασιλέως τὴν ἀρετήν· ἐπαμῦναι γὰρ αὐτῷ τὸν θεὸν ἱκετεύει οὐ διὰ τὴν εὐσέβειαν, ἧς πολλὴν ἐποιεῖτο φροντίδα, ἀλλὰ διὰ τὴν τοῦ ἀλάστορος ἐκείνου μανικὴν βλασφημίαν. Τοῖς γὰρ οὐκ οὖσί φησι θεοῖς παραπλησίως ὠνείδισε τὸν ὄντα. Καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμ μένων τούτων. Ἐπειδὴ γὰρ τὰς δέκα φυλὰς ἠνδραπόδισαν καὶ πλείστας τῆς Ἰουδαίας ἐπολιόρκησαν πόλεις, εἰκότως τοὺς εἰς τὴν Ἱερουσαλὴμ καταπεφευγότας λείψανον ὀνομάζει. Ταῦτα ὁ μὲν Ἐζεκίας ἐδήλωσεν, οἱ δέ γε ἀποσταλέντες τὸν προφήτην ἐδίδαξαν. Ὁ δὲ τοῦ προφήτου θεὸς προλαμβάνει τοῦ προφήτου τὴν ἱκετείαν καὶ διὰ τοῦ προφήτου φησίν· 6Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας δι' ὧν ὠνείδισάν με οἱ πρές βεις βασιλέως Ἀσσυρίων. Ἐγώ σοι ἐκοινώνησα τῆς λοιδορίας, ἐγώ σοι κοινωνήσω τῆς μάχης· ἐγὼ τὴν βλασφημίαν ἐδεξάμην, ἐγὼ τὴν τιμωρίαν ἐποίσω. 7Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. Πνεῦμα τὴν δειλίαν ἐκάλεσεν· οὕτω γὰρ καὶ ὁ θεῖος ἀπόστολος λέγει· «Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας.» ∆ηλοῖ δὲ καὶ τὰ ἐπαγόμενα· φήμην γάρ τινα δεξάμενος πονηρὰν ἀναστρέψει μὲν εἰς τὴν