93
προσδοκίαν τὴν ἐπὶ πλήθει ἀχρήστων τέκνων. 3.113 Τούτων ὑπαρξάντων τῇ Ἀκκαρώ, διαπεσούσης τῆς προσδοκίας αὐτῆς, «ὁ βασιλεὺς ἀπώλετο τῆς Γάζης». Τίς δ' αὕτη τυγχάνει εἴρηται ἐν τοῖς πρότερον. Βασιλεὺς δ' αὐτῆς ὑπάρχει ὁ ἡγούμενος αὐτὴν θυμὸς ἤτοι λόγος. Καὶ εἰ μὲν ὁ ἄρχων πρὸ τῆς κρείττονος ἀγωγῆς καὶ πολιτείας, ἡδίστη ἡ ἀπώλεια τούτου· εἰ δὲ ὁ μετὰ τὴν βελτίωσιν καὶ τὴν ἐπὶ τὸ κα 3.122 τὰς σάρκας τοῦ δράκοντος, ἀλλὰ καὶ «οἱ δάκνοντες καὶ κατεσθίοντες ἀλλήλους» «βδελύγματα ἔχουσιν ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ αἷμα ἐν τῷ στόματι» τῷ ἰδίῳ· ἅπερ ἐὰν ἐξαρθῇ, ὑπολείπονται τῷ Κυρίῳ οἱ τῆς φονικῆς ὕβρεως ἠλευθερωμένοι· ἀναιρεθείσης γὰρ πάσης κακίας ἐπισυμβάσης τοῖς ἀνθρώποις, ὑπολείπεται τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν καθ' ὃ ἐκ Θεοῦ ἐδημιουργήθησαν. 3.123 Ἐπεὶ γὰρ «ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνιείς», εἰς κτηνώδη ἔπεσεν τρόπον, «ὡς παραβληθῆναι τοῖς κτήνεσι τοῖς ἀνοήτοις», ἀφαιρεθείσης τῆς κτηνωδίας καὶ τῆς θηριώδους καταστάσεως, «ὑπολείπεται τῷ Θεῷ ἡμῶν» ἡ τιμή, τοῦ λογικοῦ ἀναδεικνυμένου τοῦ γενομένου ἀνθρώπου εὐθοῦς, ἐξαιρομένων τῶν σκολιῶν πολλῶν λογισμῶν τοῦ γὰρ Θεοῦ τὸν ἄνθρωπον εὐθῆ πεποιηκότος, αὐτοὶ ἐξεζήτησαν λογισμοὺς ματαίους, ὑπάρχοντας πολλοὺς διὰ χυδαιότητα. 3.124 Αὐτίκα γοῦν ἐν τῇ προκειμένῃ προφητικῇ λέξει, ἀναιρεθέντων τῶν ἐπισυμβάντων, καθ' ἃ Ἀσκαλωνῖται καὶ τῆς Γάζης πολῖται καὶ τῆς Ἀκκαρὼ οἰκήτορες ἐγεγόνεισαν, οἱ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ δημιουργηθέντες ὑπολειφθήσονται καὶ αὐτοὶ τῷ Θεῷ ἡμῶν γνησίως ἐξομολογούμενοι, ὡς «χιλιάρχους» χρηματίσαι τοῦ Ἰούδα· εἰς ἐξομολογούμενον γὰρ ὁ Ἰούδας μεταλαμβάνεται. Ἕκαστος δὲ ἀρχοντικῇ προαιρέσει ἀνθομολογούμενος χιλίαρχός ἐστιν. 3.125 Ἀλλὰ καὶ ὁ Ἀκκαρὼ κατὰ τὸν Ἰεβουσα̣ι῀̣ον ἔσται, μεταλαμβανόμενον εἰς πάτημα. 3.126 Τούτων συμβεβηκότων, οἰκοδομεῖ τοῖς εὐεργετηθεῖσιν Θεὸς ἀνάστεμα, φρούριον ὕψος ἔχον, ἵν' ἔνδον μένοντες ἑστηκότες βεβαίως, μὴ διαπορεύωνται ἔτι ὧδε κἀκεῖσε φερόμενοι ἀτάκτως, ἀλλ' οὐδ' ἀνακάμπτοντες ἔτι ἐφ' ἃ καταλελοίπασιν ἁμαρτήματα, «ἐπιλανθανόμενοι αὐτῶν, τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι», ἐπὶ τῷ φθάσαι «εἰς τὸ τῆς ἄνω κλήσεως βραβεῖον». Τούτων ἀνυσθέντων τῶν κατορθωμάτων, μᾶλλον δὲ τῶν Θεοῦ δωρημάτων, οὐκέθ' ὑπάρχει πολέμιος ἐξελαύνων, πάντων τῶν ἀγρίως ἐπικειμένων καταλυθέντων. 3.127 Ἐπεδίωκέν ποτε τὸν Θεοῦ λαὸν ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος, ὡς θρασέως καὶ ἀλαζονικῶς λέγειν· «∆ιώξας καταλήμψομαι, διαμεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου», καὶ ἔτι ταῦτα ἀλαζονικῶς λέγων, ὑποβρύχιος γέγονεν, πάντων αὐτῷ τῶν ὑπερηφάνων λόγων ἀνατραπέντων, ὡς μηκέτ' αὐτὸν ἐξελαύνοντα εἶναι. 3.128 Τοῦτ' αὐτὸ τὸ δρᾶμα καὶ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπέμεινεν· μυρία γὰρ ὅσα θρασέως ἀπειλήσας, παραχρῆμα ἀνῃρέθη, καὶ πολὺ αὐτοῦ στρατόπεδον ἐν ῥοπῇ μιᾶς ὥρας ὑπὸ ἑνὸς ἀγγέλου ἐστρώθη, ὡς ἡ γραφὴ διαγορεύει φάσκουσα ἕνα ἄγγελον «ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας» ἀνῃρηκέναι, ὡς μηκέτι σθένειν ἐξελαύνειν τὸν τοῦ Θεοῦ λαόν. 3.129 Λέγει γοῦν ὁ εὐεργέτης καὶ πάσης μακαρίου σωτηρίας αἴτιος· «∆ιὰ τοῦτο μηκέτ' εἶναι ἐξελαύνοντα νῦν, ὅτι ἑώρακα τοῖς ὀφθαλμοῖς μου», ταῖς ἐποπτικαῖς δηλονότι δυνάμεσιν, περὶ ὧν ὁ Ἀπόστολος γράφει οὕτως· «Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς τοῦ Θεοῦ» καὶ τῷ λόγῳ αὐτοῦ. Ῥητέον δευτέρως ὁρῶντας Θεοῦ ὀφθαλμοὺς εἶναι τοὺς ἐπιστατοῦντας τῶν ἀνθρώπων πραγμάτων ἐφόρους ἀγγέλους, περὶ ὧν ὁ ὑμνῳδός φησιν· «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ ἔθνη ἐπιβλέπουσιν.» 3.130 Οὐκ ἀπεικὸς δὲ καὶ τοὺς θεωρητικοὺς ἄνδρας, ὧν ὁράσεις θεῖαι ἀνεγράφησαν, ὀφθαλμοὺς Θεοῦ φάναι· πάσης γὰρ τῆς Ἐκκλησίας τῶν σῳζομένων σώματος Χριστοῦ τυγχανούσης, οἱ