93
πατρίδα, δέξεται δὲ τὴν τιμωρίαν ἐκεῖ. Οὕτω τούτων συμπληρωθέντων ἀπέστρεψεν ἐκεῖνο ς ὁ Ῥαψάκης καὶ τὴν πολιορκίαν καταλιπὼν τὸν πεπομφότα κατέλαβε |145 a| βασιλέα τὴν Λόβναν πολιορκοῦντα-πόλις δὲ αὕτη τῆς Ἰουδαίας-, καταλιπὼν γάρ φησι τὴν Λαχὶς κατ' ἐκείνης ἐχώρησεν. Εἶτα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς μαθὼν ὁ μεμηνὼς βασιλεὺς τῶν Αἰθιόπων τὸν βασιλέα κατ' αὐτοῦ κεχωρηκέναι κατὰ τὴν θείαν ἀνεχώρησε πρόρρησιν, οὐ μὴν τῆς λύττης ἐπαύσατο ἀλλὰ ταῦτα διά τινων τῷ Ἐζεκίᾳ δεδήλωκεν· 10Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ ἡ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Εἶτα πάλιν ἀπαριθμεῖται τὰ ἔθνη καὶ τὰς πόλεις καὶ τοὺς τούτων θεοὺς καὶ λέγει ταύτας ἁπάσας ὑπ' αὐτοῦ καὶ τῶν πατέρων καταλυθῆναι. Ταύτην αὐτοῦ τὴν μανίαν προδιαγράφων ὁ προφήτης, μᾶλλον δὲ ὁ τοῦ προφήτου θεός, ἔφη· «Ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοι κουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι ὡς νοσσιάν» καὶ τὰ ἄλλα, ἵνα μὴ πάντα διεξέρχωμαι. Ὁ μέντοι θαυμάσιος βασιλεὺς τὰ δυσσεβῆ ταῦτα δεξάμενος γράμματα καὶ τὴν ἐγκειμένην αὐτοῖς βλασφημίαν ἰδὼν πάλιν ἔδραμεν εἰς τὸν θεῖον νεὼν καὶ ἀναπτύξας ὑπέδειξε τῷ ὀνειδισθέντι θεῷ καὶ τήνδε τὴν ἱκετείαν προσφέρει· 16Κύριε Σαβαὼθ ὁ θεὸς τοῦ Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, σὺ εἶ ὁ θεὸς μόνος πάσης τῆς <βασιλείας τῆς> οἰκουμένης. Ὁ Ἀσσύριός φησιν ἕνα σε τῶν ψευδωνύμων νομίζει θεῶν, ἐγὼ δέ σε οἶδα τῶν δυνάμεων κύριον καὶ τοῦ Ἰσραὴλ δεσπότην, θρόνον ἔχοντα οὐ κάτω που καὶ ἐπὶ γῆς κείμενον ἀλλὰ τοῖς χερουβὶμ ἐπικείμενον. Πάσης τῆς οἰκουμένης καὶ τῶν ἐν αὐτῇ βασιλέων οἶδά σε καὶ θεὸν καὶ δεσπότην καὶ πρὸς τούτοις τῶν ὅλων δημιουργόν. Τοῦτο γὰρ ἐπήγαγεν· Σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 17Κλῖνον κύριε τὸ οὖς σου καὶ εἰςάκουσον κύριε, ἄνοιξον κύριε τοὺς ὀφθαλμοὺς καὶ ἴδε κύριε καὶ ἄκουσον τοὺς λόγους Σενναχηρίμ, οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα. Ἐπειδὴ τοίνυν τὴν τοῦ θεοῦ μακροθυμίαν ὕπνον ἡ θεία προσαγορεύει γραφή, εἰκότως ὁ θαυμάσιος βασιλεὺς ἀντιβολεῖ λέγων. Ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ κλῖνον τὸ οὖς σου καὶ τῆς βλασφημίας ἐπάκουσον καὶ τὰ ὀνείδη βλέπε τε καὶ δίδαξον αὐτόν, ὡς οὐχ εἷς εἶ τῶν καλουμένων θεῶν. Εἰς ταύτην γὰρ αὐτὸν τὴν μανίαν ἤγαγεν ἡ ἐκείνων ἀσθένεια· ἐπειδὴ γὰρ ἐκείνων κεκράτηκε, καὶ τῆς σῆς δυνάμεως κρατήσειν νεανιεύεται. Τοῦτο δὲ δηλοῖ καὶ τὰ ἑξῆς· 18Ἐπ' ἀληθείας γὰρ κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν 19καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Καὶ ταῦτα τοῦ βασιλέως τὴν σοφίαν δηλοῖ· εἴδωλα γὰρ ἐκάλεσε τὰ γενόμενα τροφὴν τοῦ πυρός. Καὶ δεικνὺς τὴν αἰτίαν τῆς ἥττης ἐπήγαγεν· Οὐ γὰρ ἧσαν θεοὶ ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, καὶ ἀπώλεσαν αὐτούς. Εἰκότως φησὶν ἐκεῖνα φροῦδα γεγένηται καὶ ὑπὸ τοῦ πυρὸς δεδα πάνηται· τέχνῃ γὰρ αὐτοῖς ἀνθρωπίνῃ τὸ εἶναι δεδώρηται. 20Νῦν δὲ κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα ἡ βασιλεία τῆς οἰκουμένης ὅτι σὺ εἶ θεὸς μόνος. Πρόφασίς φησι θεογνωσίας ἡ ἡμετέρα σωτηρία γενήσεται· ὅταν γὰρ τοὺς μὲν ἄλλους ἴδωσιν ἡττηθέντας, ἡμᾶς δὲ μόνους κεκρατηκότας, εἴσονται τὸ διάφορον καὶ μαθήσονται ὅτι σὺ μόνος ὑπάρχεις θεός. Ταύτην τοῦ Ἐζεκίου προσενηνοχότος τὴν ἱκετείαν διὰ τῆς πρ οφητικῆς γλώττ ης πρὸς αὐτὸν ὁ θεὸς διαλέγεται καί φησιν· 21Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων, Ἐδεξάμην τὴν ἱκετείαν, θάρρησον ὡς τῆς αἰτήσεως τεύξῃ. 22Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε, παρθένος θύγατερ Σιών, κεφαλὴν ἐπὶ σοὶ ἐκίνησε, θύγατερ Ἱερουσαλήμ. Θυγατέρα δὲ αὐτὴν ὀνομάζει τὴν οἰκειότητα δεικνύς. Τὴν αὐτὴν δὲ καλεῖ καὶ Σιὼν καὶ Ἱερουσαλήμ. Εὐτελῆ σέ φησιν ἐνόμισε καὶ εὐχείρωτον ὡς οὐδὲ δισχιλίων