94
διορατικοὶ ὀφθαλμοὶ ὑπάρχουσιν, ὡς ἡ ἀποστολικὴ φανεροῖ λέξις. Ὁρώντων τοιγαροῦν τῶν κατὰ πάσας τὰς ἀποδόσεις τοῦ ῥητοῦ ἡρμηνευμένων ὀφθαλμῶν τοὺς ἐπισκοπουμένους ἐκποδὼν οἰχήσεται πᾶς ἐξελαύνων. 3.131 Ἀποδοθείη δὲ εἰς τὴν προφητείαν καὶ τόδε· ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ τὸν Σωτῆρα ἐλευσόμενον ἐπ' εὐεργεσίᾳ καὶ σωτηρίᾳ τῶν ὅλων, πᾶς ἐξελαύνων κατελύθη, «δοθείσης ἐξουσίας πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ πάσης τῆς δυνάμεως τοῦ Σατανᾶ». Ἑξῆς γὰρ τοῖς προκειμένοις ὁ τροπαιοῦχος Σωτὴρ ἐλευσόμενος παρίσταται οὕτως· «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ», καὶ τὰ ἑξῆς τοῦ ῥητοῦ, ἃ ἐκθετέον κατὰ λέξιν οὕτως ἔχοντα. 3.132 Zach. IX, 9-10: Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων. Αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Ἐφράιμ καὶ ἵππον ἐξ Ἰερουσαλήμ, καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν. Καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. 3.133 Τ̣ὴν ἐκκειμένην προφητείαν πεπληρῶσθαί φασιν οἱ εὐαγγελισταὶ ὑπὸ τοῦ Ἰησοῦ ἐπιβεβηκότος ὄνου καὶ πώλου λυθέντων καὶ ἐνεχθέντων ἐκ τῆς κατέναντι κώμης, ἅπερ φανερωθείη Θεοῦ παρέχοντος τοῖς σαφηνίζουσιν τὰ Εὐαγγέλια, περὶ ὧν καὶ ἡμεῖς ὡς οἷόν τε ἦν εἰρήκαμεν ἐν τοῖς ὑπομνήμασιν τοῦ κατὰ Μαθθαῖον. ∆ιὸ νῦν πρὸς ἐκείνοις καὶ τὰ τοῦ προφήτου θεωρητέον. 3.134 Προστάττει τῇ θυγατρὶ Σιὼν συντόνως καὶ σφοδρῶς χαίρειν, καὶ τῇ τῆς Ἰερουσαλὴμ θυγατρὶ κηρύττειν ἐπὶ τῷ τὸν βασιλέα Σωτῆρα ἔρχεσθαι δίκαιον καὶ σῴζοντα, πραΰν τε καὶ ἐπιβεβηκότα ἐπὶ ὑποζυγίου καὶ νέου πώλου, ἵν' ἐξολεθρευθῇ ἅρματα ἐκ τοῦ Ἐφράιμ καὶ ἐκ τῆς Ἰερουσαλὴμ ἵππος, καὶ προσέτι πολεμικὸν τόξον, πλῆθός τε ἐθνῶν καὶ εἰρήνη. Τούτων δὲ κατορθωθέντων κατάρξει ὁ ἐλευσόμενος ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς ἐχόντων γῆς. 3.135 Τί δ' ἕκαστον τούτων βούλεται ἀκόλουθον εἰπεῖν. 3.136 Θυγάτηρ τῆς Σιών ἐστιν ἡ σκοπευτικὴ τῶν καλῶν ψυχή, σκοποῦσα τὰ μὴ βλεπόμενα ὄντα αἰώνια· σκοπευτήριον γὰρ ἑρμηνεύεται ἡ Σιών, καὶ ἐντολὴ πεποιημένη. Πῶς γὰρ ἡ σκοπευτικὴ τῆς ἀληθείας ψυχὴ οὐ ποιεῖ τὴν θείαν ἐντολήν, εἰς ἔργα αὐτὴν μεταλαμβάνουσα, ὡς τεθαρσηκότως εἰπεῖν· «Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς»· καὶ πάλιν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα» «καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτήν.» Ὥσπερ οὖν ἡ τοιάδε ψυχὴ τῆς Σιὼν θυγάτηρ ἐστὶν τῷ εἰρημένῳ τρόπῳ, οὕτως εἴη τις καὶ τῆς Ἰερουσαλὴμ θυγάτηρ, ψυχὴ ὁρῶσα «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην». 3.137 Ἀμφοτέραις δηλαδὴ προστάττει ὁ λόγος, τῇ μὲν σφοδρῶς χαίρειν ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ ἀληθῶς βασιλέως, τῇ δέ, ὡς ὑπεραναβεβηκυίᾳ, καὶ κηρύττειν τὸν ε᾿̣ρχόμενον παμβασιλέα. Προὔχει γὰρ ἡ Ἰερουσαλὴμ τῆς Σιών, καὶ διὰ τοῦτο καὶ ἡ θυγάτηρ τῆς θυγατρός, ὡς τὴν μὲν χαίρειν μόνον προστάττεσθαι, τὴν δὲ καὶ κηρύττειν̣. Χαίρειν μὲν γὰρ δύναται ὁ μόνον πρακτικὸν κατο̣ρθώσας βίον, πρὸς τῷ χαίρειν καὶ κηρύττοντος τοῦ θεωρίαν ἔχοντος, διὰ τὸ ἐσχηκέναι τοῦ ἁγίου Πνεύματος τὸ ὑπερφυὲς χάρισμα, τὸν τῆς σοφίας καὶ γνώσεως λόγον. 3.138 Χαίρειν δὲ σφόδρα καὶ κηρύττειν ἐντέλλεται προφητεία ἐπὶ παρουσίᾳ βασιλέως, σῴζοντος ἅμα καὶ δικαίου τυγχάνοντος, οὐχ ἑτέρου ὄντος παρὰ τὸν Ἰησοῦν. Τίς γὰρ οὕτω σῴζων καὶ σωτὴρ τοῦ κόσμου ἢ «ὁ μεθ' ἡμῶν Θεὸς Ἐμμανουήλ», τεχθεὶς ἐκ πεῖραν ἀνδρὸς οὐκ ἐχούσης παρθένου, πληρουμένης τῆς προφητείας τῆς ἐχούσης οὕτω· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.» Τοῦτον τὸν τόκον τῆς ἄνευ ἀνδρὸς τεκούσης παρθένου ἄγγελος ὠνόμασεν Ἰησοῦν, ἀποδοὺς καὶ τὴν αἰτίαν τῆς οὕτως ἐχούσης προσηγορίας. ∆ιὰ τοῦτο γάρ, φησίν, κληθήσεται Ἰησοῦς, «ὅτι αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ». 3.139 Αὐτίκα γοῦν τεκούσης τῆς Μαρίας