1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

94

εὐποροῦσαν ἱππέων ἀλλὰ τῆς Αἰγυπτίων δεομένην ἐπικουρίας, καὶ ἀπειλῶν σοι τὸν ὄλεθρον ἐκίνει τὴν κεφαλήν. Εἶτα μεταφέρει πρὸς ἐκεῖνον τὸν λόγον· 23Τίνα ὠνείδι σας καὶ παρώξυνας ἢ πρὸς τὸν τίνα ὕψωσας τὴν φωνήν σου; Καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ. 24Ὅτι δι' ἀγγέλων σου ὠνείδισας τὸν κύριον. Ἐνόμισάς μέ φησιν ἕνα τῶν ἄλλων εἶναι ψευδωνύμων θεῶν, δέον εἰς οὐρανὸν ἀναβλέψαι καὶ τὴν ἐμὴν δεσποτείαν μαθεῖν· ἱκανὰ δὲ ἦν καὶ τὰ περὶ τὸν Ἰσραὴλ γεγενημένα τὴν ἐμὴν δύναμιν διδάξαι, ἀλλὰ τῇ ῥώμῃ καὶ τῇ δυναστείᾳ θαρρῶν συνιδεῖν οὐκ ἠθέλησας τὸ διάφορον. Εἶτα αὐτοῦ εἰς μέσον ἤγαγε τοὺς ἀλαζονικοὺς |145 b| λογισμούς· Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων μου ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου αὐτοῦ καὶ εἰσῆλθον εἰς τὸ ὕψος μέρους τοῦ δρυμοῦ τοῦ Καρμήλου 25καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. Τροπικῶς ἅπαντα εἴρηκε, κέδρους καὶ κυπαρίσσους τοὺς βασιλέας καὶ τοὺς τοπάρχας καλῶν, Λίβανον δὲ τὰ ἔθνη, Κάρμηλον δὲ τὸν Ἰσραήλ· ὅθεν ἐπὶ μὲν τοῦ Λιβάνου καὶ τὰ ἔσχατα τούτου τέθεικεν, ἐπὶ δὲ τοῦ Καρμήλου μέρος ἔφη δεικνὺς ὅτι τῶν μὲν ἐθνῶν ἐκείνων ἁπάντων ἐκράτησαν τοῦ δὲ Ἰσραὴλ οὐ παντός· ἀχείρωτος γὰρ ἔμεινεν ἡ μητρόπολις. Ὕδατα δὲ τὰ πλήθη καλεῖ, γέφυραν δὲ τήν τε ῥώμην καὶ τὰς ἐπινοίας καὶ τὰς τῆς νίκης μεθόδους καὶ ὅτι οἷόν τινι γεφύρᾳ τοῖς προκατειλημμένοις κατὰ τῶν ὑπολοίπων ἐκέχρ η το. Οὕτω τοὺς ἐκείνου λογισμοὺς γυμνώσας τὴν οἰκείαν δείκνυσι δύναμιν· 26Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἀπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ὁ δὲ Σύμμαχος οὕτω τοῦτο τέθεικεν· «Μὴ ἤκουσας; Πάλαι αὐτὸ ἐποίησα ἀφ' ἡμερῶν ἀρχαίων καὶ ἔπλασα αὐτό, νῦν ἤγαγον αὐτό, καὶ ἐγένετο εἰς ἐκρίζωσιν.» Ἔδει σέ φησι συνιδεῖν ὡς τῶν ἁπάντων ὁ ποιητὴς οὐκ εἴασεν ἀκυβέρνητα ἃ ἐποίησε, προμηθεῖται γὰρ ὧν ἐποίησεν, καὶ ὅτι οὐ δὲν ἂν ἔδρασας παρὰ γνώμην ἐμήν, ἐγὼ γὰρ ταῦτα, ἃ σὺ νῦν ποιεῖς, ἐξ ἡμερῶν ἀρχαίων συνέταξα καὶ πόρρω θεν προορῶν οὕτως ὥρισα ταῦτα γενέσθαι καὶ τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς καὶ τῶν ἀγαθῶν τὸν χορηγὸν ἀγνοοῦντας μαθεῖν τὴν τῶν εἰδώλων ἀσθένειαν. 27Ἀνῆκά μου τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡσεὶ χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις ἀφανιζομένη πρὸ τοῦ τελεσφορηθῆναι. Ἤνθησάν φησιν ὅσον ἠθέλησα χρόνον, εἶτα τῆς ἐμῆς αὐτοὺς κηδεμονίας ἐγύμνωσα καὶ τὸ πρότερον ἀπέβαλον ἄνθος. Ἄγρωστιν δὲ αὐτοὺς ὀνομάζει καὶ χόρτον διὰ τὴν ἀκαρπίαν. 28Νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· 29ὁ δὲ θυμός σου ὃν ἐθυμώθης πρός με καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ κημὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. Ὡς ἀλόγῳ κέχρηται τῷ τὸ λογικὸν διαφθεί ραντι· «Ἐν χαλινῷ» γάρ φησι «καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρός σε.» Ἔδειξεν αὐτὸν καὶ δουλικὴν ἔχοντα φύσιν· ἐπειδὴ γὰρ αὐτοὶ τοῖς οἰκέταις περιτιθέασι τοὺς ἐκ δερμάτων κημούς, εἰκότως ὡς οἰκέτῃ πονηρῷ ἠπείλησεν αὐτῷ τὸν κημὸν περιθήσειν. Εἶτα δίδωσι τῷ Ἐζεκίᾳ τῆς σωτηρίας σημεῖο ν· 30Τοῦτο δέ σοι τὸ σημεῖον· φάγῃ τὸν ἐνιαυτὸν τοῦτον ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ ἔτει σπείραντες ἀμήσετε καὶ φυτεύσετε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. Τοῦτο δὲ οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Φάγετε ἐπ' ἔτος αὐτόματα καὶ τῷ δευτέρῳ αὐτοφυῆ, ἐν δὲ τῷ ἔτει τῷ τρίτῳ σπείρατε καὶ θερίσατε.» Ἐπειδὴ γὰρ πολιορκούμενοι γεωργεῖν οὐκ ἠδύναντο, αὐτο φυεῖς αὐτοῖς δέδωκε καρποὺς ὁ θεός, καὶ τῷ δευτέρῳ δὲ ἔτει ὡσαύτως διὰ τὴν σπάνιν ὡς ἔοικε τῶν σπερμάτων καὶ τῶν βοῶν, εἶτα τῷ τρίτῳ ἔτει παντοδαπῶν αὐτοῖς καρπῶν ἀφθονίαν ὑπέσχετο. 31Καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ εἰς διάφευξιν. ∆ιαφεύξονται γὰρ τῶν πολεμίων τὰς χεῖρας. Καὶ φυήσουσι ῥίζαν κάτω καὶ ποιήσουσι