95
ἐν τῇ Βηθλεέμ, ἐπιστὰς ἄγγελος μέγας· «Ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ἔφη, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει ∆αυίδ.» Περὶ τοῦ τεχθέντος Χριστοῦ προσετάττοντο οἱ προαναφωνοῦντες αὐτοῦ τὴν δεῦρο κάθοδον, κατὰ τὸν ἐν Ἠσαΐᾳ· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι σωτὴρ παραγίνεται»· οὐχ ἕτερος δ' οὗτος ὑπάρχει τοῦ ἀπαγγείλαντος περὶ ἑαυτοῦ Ἰησοῦ· «Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός»· καὶ ἔτι· «∆ίκαιος καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ.» 3.140 Πῶς γὰρ οὐ σῴζων ὁ ἐγερθεὶς ὑπὸ τοῦ Πατρὸς κέρας σωτηρίας ἐν οἴκῳ ∆αυίδ, κατὰ τὸν πληρωθέντα ἁγίου Πνεύματος Ζαχαρίαν, πατέρα τοῦ βαπτιστοῦ Ἰωάννου, λέγοντα· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν· ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ ∆αυίδ.» 3.141 Πρὸς τῷ δίκαιον καὶ σῴζοντα ὑπάρχειν τὸν ἐρχόμενον βασιλέα, ἔστι καὶ πρᾷος ἐπιβεβηκὼς ἐπὶ ὑποζυγίου καὶ πώλου· αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ φησίν· «Ἄρατε τὸ ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἕκαστος τῶν φερόντων τὸν χρηστὸν ζυγὸν ὑποζύγιον τυγχάνει, ᾧ ἐπιβέβηκεν ὁ πρᾷος βασιλεύς· καὶ ἐπεὶ μὴ μόνων σωτὴρ ὑπάρχει τῶν ὑποζευχθέντων τῷ χρηστῷ αὐτοῦ ζυγῷ, ἀλλὰ καὶ τῶν ἄρτι κληθέντων, καὶ πώλῳ νέῳ ἐπιβέβηκεν, ἔτι ἀδαμάστῳ καὶ ἀχαλιναγωγήτῳ ὄντι, ἵνα καὶ αὐτὸν ἐξημερώσῃ οἷα ἄριστος πωλοδάμνης. 3.142 Πρὸς τῇ νοήσει ταύτῃ, σημαίνονται διὰ τῆς λέξεως ἀμφότεροι οἱ κληθέντες λαοί, ὅ τε ἐκ περιτομῆς, υ῾̣πεζευγμένος τῷ ζυγῷ τοῦ κατὰ τὸ γράμμα καὶ τὴν σκιὰν νόμου, καλουμένῳ βαρεῖ ζυγῷ, καὶ ὁ εὐθέως κληθεὶς ἀπὸ πάσης εἰδωλολατρείας καὶ χειρίστης δεισιδαιμονίας. Ὅτι δὲ οἱ κατὰ τὸ γράμμα ὑπεζευγμε´̣νοι τῷ νόμῳ βαρὺν ἔφερον ζυγόν, οἱ ἀπόστολοι περὶ αὐτοῦ φασιν ἐν τῇ Βίβλῳ τῶν Πράξεων ἑαυτῶν ὅτι «οὔτε ἡμεῖς οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάξαι» τὸν βαρὺν τοῦ νόμου ζυγόν. 3.143 Συνᾳδόντως καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ἐπιστέλλει Γαλάταις, περιτέμνεσθαι αἰσθητῶς μετὰ τὸ εὐαγγέλιον θέλουσιν· «Στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Οὐ γὰρ ἔτι ἀκόλουθον ὑπῆρχεν ὑποκεῖσθαι τῷ ἄχθει καὶ τῷ βαρεῖ ζυγῷ τοὺς τοῦ εὐαγγελίου μαθητάς, πεισθέντας τῷ εἰρηκότι· «Ὁ ζυγός μου χρηστός.» 3.144 Ὡσαύτως καὶ πώλῳ τῷ λεχθέντι νέῳ ἐπιβέβηκεν ὁ πραῢς βασιλεύς, «ἵνα τ̣οὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον». Οὕτω γὰρ εἷς λαὸς καὶ Ἐκκλησία μία καταρτισθήσεται ἐξ ἀμφοτέρων τῶν κλήσεων. 3.145 Ἰσοδυναμούντως ἐν τοῖς Εὐαγγελίοις γράφεται περὶ τοῦ ἀπὸ τῆς κατέναντι κώμης λυθέντος πώλου, ἵνα πρὸς τὸν Ἰησοῦν ἔλθῃ, ἐξημερωθησομένου ἐπιβάντος αὐτῷ τοῦ Σωτῆρος· εἴρηται γὰρ ὅτι οὔπω τότε ἐκάθισεν ἐπ' αὐτὸν ἀνθρώπων τις, δηλουμένου διὰ τῆς λέξεως ὅτι οἱ ἀπὸ τῶν ἐθνῶν οὐδέπω τότε ὑπό τινα λόγον διδασκαλικὸν μεθίσταντο· ἄθεοι γὰρ ἐν τῷ κόσμῳ ὑπῆρχον, οὐδεμίαν ἀληθινὴν̣ ἐλπίδα ἔχοντες· ἀλλ' εἰ καὶ πρὸ τῆς πίστεως ἀχαλιναγώγητος πῶλος ἦσαν, ἀλλ' οὖν γε ἐπιλάμψαντος τοῦ ἐκ τοῦ Ἰούδα ἀνατείλαντος Χριστοῦ, προσδοκία αὐτοῖς ὑπῆρκται, κατὰ τὸ εἰρημένον περὶ αὐτοῦ· «Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν», καὶ ἔτι· «Ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσιν.» 3.146 Μεγάλως ὠφεληθεισῶν τῶν δύο κλήσεω̣ν ἐκ τῆς ἐπιβάσεως τῆς ἐπ' αὐτὰς τοῦ δικαίου καὶ σῴζοντος καὶ πρᾴου βασιλέως, ἐξολεθρεύεται τὰ τοῦ Ἐφράιμ ἅρματα καὶ ἐκ τῆς Ἰερουσαλὴμ ἵππος καὶ σὺν αὐτοῖς τὸ τῶν ὠμοτάτων καὶ ἀγρίων πολεμίων τόξον, ἀφ' οὗ ἀπελύετο «τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη», τιτρώσκοντα εἰς τὸν τῆς ἀκολασίας ἔρωτα, ὡς πυρωθῆναι οἰστρηλατουμένους τοὺς πυρουμένους τῇ ἐμπαθεῖ αἰσχροπαθείᾳ. 3.147 Ἅρματα τοῦ Ἐφράιμ ὑπάρχει τὰ τῶν ἑτεροδόξων ἀθροίσματα καὶ ἡ ἄλογος αὐτῶν δογματοποιΐα. Πολλάκις ἀποδέδεικται ὡς αἱ αἱρέσεις παρίστανται ἐκ τῆς τοῦ Ἐφρα´̣ιμ προσηγορίας, διὰ τὸν ἡγησάμενον τῶν