95
σπέρμα ἄνω. Τουτέστιν· ἐπὶ πλεῖστον αὐτῶν φυλάξω τὸ γένος. 32Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιών. Ὁ δὲ Θεοδοτίων οὕτω τοῦτο ἡρμήνευσεν· «Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται ὑπόλειμμα καὶ σωτηρία ἐξ ὄρους Σιών.» Ἐκεῖ γὰρ ἡ τῆς οἰκουμένης ἤνθησε σωτηρία καὶ τὸ ἐκείνων κατάλειμμα, τουτέστιν· οἱ θεῖοι ἀπόστολοι τὴν οἰκουμένην εἰς θεογνωσίαν ἐπέστρεψαν. Τούτων δὲ ἁπάντων αἴτιος ὁ τῶν ὅλων θεός· Ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ζηλώσας γὰρ διά τε τὸ ὄνειδος τῆς Ἱερουσαλὴμ καὶ διὰ τὴν κατ' αὐτοῦ βλασφημίαν, παρέξει τὴν σωτηρίαν. Εἶτα ὑπισχνεῖται τῷ Ἐζεκίᾳ ὅτι οὐκ εἰ σελεύσεται ὁ πολέμιος εἴσω τῶν περιβόλων ἀλλὰ οὐδὲ χαρακώματα ἐπιστήσει οὐδὲ θυρεοὺς προσείσει ἀλλ' ἀναστρέψει κατῃ σχυμμένος. 35Ὑπερασπιῶ γάρ φησιν ὑπὲρ τῆς πόλεως ταύτης |146 a| τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ καὶ διὰ ∆αυὶδ τὸν παῖδά μου. Ἔλεγχος ταῦτα τῶν τὴν πόλιν οἰκούντων· ∆ι' ἐμὲ γὰρ ἔφη καὶ διὰ ∆αυὶδ τὸν παῖδά μου τῆς πόλεως φροντιῶ, διὰ τὴν ἐμὴν ἀγαθότητα καὶ διὰ τὴν ἐκείνου μνήμην· οἰκιστὴς γὰρ ἐκεῖνος τῆς πόλεως καὶ γνήσιος θεράπων ἐμός. Ζητητέον δὲ τί δήποτε οὐ τοῦ Ἐζεκίου ἀλλὰ τοῦ ∆αυὶδ ἐμνημόνευσεν· ἐγὼ δὲ οἶμαι ὅτι τὸ φρόνημα κωλύων οὐκ αὐτῷ τὴν αἰτίαν τῆς σωτηρίας ἀλλὰ τῷ ∆αυὶδ ἀνατέθεικεν. Εἰ γὰρ καὶ τούτων οὕτως εἰρημένων ἡ τῶν Παραλειπομένων ἱστορία φησὶν ὅτι μετὰ ταῦτα ὑψώθη ἡ καρδία βασιλέως Ἐζεκίου, τί οὐκ ἂν ἔπαθεν αὐτὸς αἴτιος τῆς σωτηρίας ὀνομασθείς; Τούτου χάριν οὐδὲ τὸν Ἡσαΐαν, καίτοι προφήτην ὄντα καὶ προφήτην ἐπισημότατον, ἀξιόχρεων ἐκάλεσε τῆς πόλεως σύμμαχον, ἀλλὰ τοὺς ζῶντας καταλιπὼν τοῦ τετελευτηκότος ἐμνήσθη, καὶ τὸ φρόνημα καταστέλλων καὶ προτρέπων εἰς ἀρετὴν τῇ μνήμῃ τῶν παρελθόντων καὶ διδάσκων ὡς ἀνθεῖ παρ' αὐτῷ διηνεκῶς τῶν δικαίων ἡ μνήμη. Πρὸς τούτοις ἐδίδαξεν ὁ προφητικὸς λόγος ὡς θεόθεν ἀποσταλεὶς ἄγγελος πέντε καὶ ὀγδοήκοντα καὶ ἑκα τὸν χιλιάδας τῶν Ἀσσυρίων ἀνεῖλεν· τινὲς δὲ ὅμως διέφυγον οὐ τῆς ἀγγελικῆς περιγενόμενοι δεξιᾶς, ἀλλ' ἵνα τῶν συμβεβηκότων κήρυκες ἀξιόχρεοι γένωνται καὶ τοῦ θεοῦ τῶν Ἑβραίων τὸ κράτος κηρύξωσιν. Τούτου δὴ χάριν καὶ αὐτὸς ὁ δυσσεβὴς διέφυγε βασιλεὺς καὶ τὴν Νινευὴ κατέλαβε-πόλις γὰρ ἦν αὕτη βασιλική-, ἀλλ' ἐκεῖ δέδωκεν ὧν ἐτόλμησε δίκας καί, ἐπειδὴ αὐτὸς κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ἐξέτεινεν, ὑπὸ τῶν υἱέων αὐτοῦ δέχεται τὴν σφαγὴν εἰσπραχθεὶς ὧν ἐτόλμησε δικαιοτάτην ποινήν. Καὶ οὐδὲ ὁ προσκυνούμενος ὑπ' αὐτοῦ ψευδώνυμος θεὸς ἐπήρκεσεν αὐτῷ σφαττομένῳ, ἀλλὰ παρ' αὐτὴν τὴν λατρείαν ἐδέξατο τὴν σφαγήν. Εἰδέναι μέντοι δεῖ ὡς τὰ ἀκριβῆ τῶν ἀντιγράφων οὐ πάταρχον ἔχει ἀλλὰ πάτεχρον, τουτέστι τὸ εἴδωλον· οὕτω γὰρ καὶ οἱ Τρεῖς ἡρμήνευσαν· «προσκυνοῦντος ἐν οἴκῳ Νεσερὲχ θεοῦ αὐτοῦ.» Καὶ ἐκεῖνοι μὲν εἰς τὴν Ἀρμενίαν διέφυγον, διεδέξατο δὲ τὴν βασιλείαν Ναχορδὰν ὁ υἱὸς αὐτοῦ· ἀλλὰ καὶ τοῦτον οὐκ εἰς μακρὰν καταλύσας Μαρόδαχος εἰς τὴν Βαβυλῶνα μετέθηκε τὰ βασίλεια. Ὁ δὲ Ἐζεκίας κατὰ τοῦτον τὸν καιρὸν περιέπεσεν ἀρρωστίᾳ καὶ διδάσκεται διὰ τοῦ προφήτου τὰ κατὰ τὴν οἰκίαν διατεθῆναι ὡς τοῦ θανάτου πελάζοντος. Ἐπειδὴ γὰρ μέγα ἐφρόνησε παραδόξου τετυχηκὼς σωτηρίας-τοῦτο γὰρ καὶ τῶν Παραλειπομένων ἡ ἱστορία δηλοῖ· «Ὑψώθη» γάρ φησιν «ἡ καρδία αὐτοῦ, καὶ ὑπερήρθη Ἐζεκίας κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν, καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ ἐν Ἱερουσαλὴμ καὶ δόματα Ἐζεκίᾳ τῷ βασιλεῖ»-, ὁ ἄριστος τῶν ψυχῶν ἡμῶν ἰατρὸς τῇ νόσῳ τοῦ σώματος τὴν ψυχὴν θεραπεύει. Ταύτην δὲ αὐτοῦ τὴν ὑψηλο φροσύνην καὶ ὁ θεῖος ∆αυὶδ προεθέσπισε τῷ κθʹ Ψαλμῷ, σχηματίζει δὲ τὸν λόγον ὡς ἐξ αὐτοῦ· «Ἐγὼ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.» ∆εξάμενος δὲ ὅμως τοῦ θανάτου τὴν ἀγγελίαν ἀναστῆναι μὲν ὑπὸ τῆς νόσου διεκωλύετο, πρὸς δὲ τὸν τοῖχον στραφεὶς ἱκετείαν προσήνεγκε τῷ θεῷ, ὃν ἔσχε κατὰ τῆς τῶν εἰδώλων π λάνης ζῆλον διεξιὼν καὶ μετὰ δακρύων τὸν θεὸν ἱλεούμε νος. Ἀλλ' εὐθὺς ὁ φιλάνθρωπος θεὸς ἀνεκαλέσατο τοῦ θα νάτου τὴν ψῆ φον καὶ τὸν προφήτην