1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

96

σχισμάτων πρῶτον Ἰεροβοάμ, ὄντα ἐκ τῆς τοῦ Ἐφράιμ φυλῆς· ὅνπερ γὰρ τρόπον ὁ Σωτὴρ Ἰούδας προσαγορεύεται διὰ τὸ ἐκ τῆς ὁμωνύμου φυλῆς ἀνατεταλκέναι, ἄρχων τῆς Ἐκκλησίας, οὕτως ὁ ἡγούμενος τῶν κακοδοξιῶν λόγος Ἐφράιμ ἐστίν, καρποφορίαν πολλὴν ἐπαγγελλόμενος διὰ τὸ ἀνύειν ἐν τοῖς ἀπατωμένοις. 3.148 Περὶ τῶν ὀλεθρευομέν̣ων ἁρμάτων, τὸ τῆς ἀληθείας στρατόπεδον ἐν τοῖς Ψαλμοῖς φασιν περὶ τῶν ἐποχουμένων καὶ ἡνιοχούντων· «Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» 3.156 συνεφώνουν εἰς ἁμαρτίαν καὶ δυσσέβειαν. 3.157 Πρὸς ἕκαστον τῶν οὕτω γνώμης ἐχόντων ὁ βασιλεὺς νόμος φησίν· «Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐδὲ συγκαταθήσει μετὰ πλήθους γενέσθαι μάρτυς ἄδικος.» Περὶ τῆς ὀλεθρίου ταύτης καὶ πρὸς τὸ κακὸν ῥοπὴν ἐχούσης, ἡ προσωποποιουμένη πόρνη ἐν ταῖς Παροιμίαις, ἥτις ποτ' ἂν ᾖ, πρὸς ἕκαστον τῶν φενακιζομένων ἀναιδῶς καὶ θρασέως κέκραγεν· «Θυσία εἰρηνική μοί ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου.» 3.158 Ἀναιρεθέντων πάντων τῶν ἡρμηνευμένων πρὸς τοῦ παμβασιλέως, ὑπαρχθήσεται καὶ τόδε· «Κατάρξει, φησίν, ὕδατα ἕως θαλάσσης», φανερῶν αὐτὰ ἁλμυρὰ καὶ οὐ πότιμα ὄντα, καὶ «τὰς τῶν τῆς γῆς ποταμῶν διεκβολάς», ὕδατα καταγόμενα ἕως θαλάσσης. Οἱ αὐτόθεν δι' ἁλμυρίδα ἀσεβεῖς λόγοι τυγχάνουσιν, διεκβολὰς ἐχόντων τῶν τῆς γῆς ποταμῶν τὸ γλυκὺ καὶ πότιμον ἐπιψευδόμενοι. Οἷοί εἰσιν οἱ τοῦ Φαραὼ οἷς ἐγκαθεζόμενος κομπάζει λέγων· «Ἐμοῦ εἰσιν οἱ ποταμοί, κἀγὼ ἐποίησα αὐτούς.» Τούτων ὁ ποτισμὸς ἀπαγορεύεται ὑπὸ Θεοῦ ἐν Ἰερεμίᾳ τῷ προφήτῃ· «Καὶ νῦν γάρ, φησίν, τί σοι καὶ τῇ γῇ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηών; καὶ τί σοι καὶ τῇ γῇ Ἀσσυρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν;» 3.159 ∆ιεκβολαὶ εἴρηνται τῶν τῆς γῆς ποταμῶν αἱ πιθανῶς καὶ κεκομψευμένως γινόμεναι περὶ αὐτῶν λογικαὶ διέξοδοι, διὰ τὸ δοκεῖν γλυκύτητα ἔχειν τὴν πόσιν αὐτῶν. 3.160 Zach. IX, 11-12: Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· Καθήσεσθε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταποδώσω σοι. 3.161 Προστάξας ὁ ἐν τῷ προφήτῃ λόγος, μᾶλλον δὲ ὁ Θεός, τῇ Σιὼν καὶ Ἰερουσαλήμ, τῇ μὲν σφόδρα χαίρειν, τῇ δὲ κηρύττειν τὸν ἐρχόμενον βασιλέα σῴζοντα καὶ ἰσχύοντα καὶ πρᾷον ὄντα, πρὸς αὐτὸν τὸν ἐρχόμενον τρέπει τὸν λόγον, φάσκων· «Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.» Ποῦ γὰρ ἔδει εἶναι τοὺς δεσμίους ἢ ἐν λάκκῳ ὕδωρ οὐκ ἔχοντι καθειργμένους ὑπὸ τῶν καταπονούντων; Εὑρεῖν οὖν ἔστιν πολλοὺς τῶν ἁγίων ἀνδρῶν εἰς ἀνύδρους λάκκους βεβλημένους πρὸς τῶν ἐπιβουλευόντων καὶ φ̣ο̣νώντων κατ' αὐτῶν. 3.162 Τὸν Ἰωσὴφ γοῦν φθονούμενον διὰ προσοῦσαν καλοκἀγαθίαν, οἱ ἀδίκως φθονοῦντες εἰς λάκκον οὐκ ἔχοντα ὕδωρ ἔβαλον. Ὡσαύτως καὶ τὸν σοφώτατον ∆ανιήλ, τὸν τοῦ Θεοῦ φίλον, εἰς οὐκ ἔχοντα ὕδωρ λάκκον ἔρριψαν οἱ Βαβυλώνιοι, τοῦ ἄνυδρον αὐτὸν εἶναι παρισταμένου ἐκ τοῦ λέοντας ἐκεῖ διάγειν, οὐ δυναμένων ζῆν εἰ πεπληρωμένος ὑδάτων ὑπῆρχεν. Καὶ τὸν Ἰερεμίαν γοῦν, τὸν μέγαν προφήτην, οἱ ἀντικείμενοι εἰς λάκκον βορβόρου πλήρης ἔρριψαν. Καὶ οὐδεὶς τῶν οὕτως ἐπιβουλευθέντων ἀβοήθητος ἔμεινεν, ἀποστείλαντος αὐτοὺς τοῦ Θεοῦ αὐτῶν ἀβλαβεῖς ἐκ τοῦ ἀνύδρου λάκκου. 3.163 Καὶ ἐπεὶ ταῦτα συμβολικῶς ἐτελεῖτο, ὅρα μὴ ἄνυδρός ἐστιν λάκκος, διὰ τῶν συμβόλων δηλούμενος, τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν ὁ ᾅδης, οὐκ ὄντος ἐκεῖ ὕδατος ζωτικοῦ, διὰ τὸ μηδαμῶς εἶναι ἐκεῖ ὑγρότητα ἐπαινετήν. 3.164 Αὐτίκα γοῦν ἐκεῖ γενάμενος ὁ πλούσιος ὁ πορφύραν καὶ βύσσαν κ̣································· καθ' ἡμέραν ευ·································· ἐν πυρὶ φλογὸς τ̣········································ ῥανίδα ὕδατος