1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

97

···································· οὐχ εὗρεν ······································· 3.165 ὡς ἡ γῆ σα········η̣ τ····················· ματος τη········ν····························· τὴν καῦσιν καὶ τὸν φλογμόν ··················· βλασφήμου, γλώττης καλου̣μένου ························ ἀποδέδοται ἤδη ὡς ἡ λε····························· καὶ Ἰερεμίας, ἀπὸ τούτου ························· τος δι' ἀνύδρου λάκκου κα̣··························· πειν. 3.166 Ἐν τῷ ἀνύδρῳ λάκκῳ ···················· νον, πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ·················· χθέντες ὑπὸ τῶν τῆς αι̣························ εὐεργέτης ἐν Ὠσῆε τῷ προφήτῃ ·················· τυραννικῶν ἀνδρῶν· «Ἐξέτεινα αὐτοὺς ἐν (τοῖς) δεσμοῖς ἀγαπήσεώς μου.» 3.167 Ἰσοδυναμοῦσιν ···················· δεσμὰ καὶ αἱ πέδαι τῆς σοφίας ························ πόθον αὐτῆς ἔχοντα· «Ἔμ̣βαλλε τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς.» Οἱ οὕτω̣ γ̣ε̣νάμενοι ·················· πρός τινα καιρόν, κατά τινα οἰκ······················ κω ἀποστέλλονται ἐκεῖθεν εν̣························· 3.168 αὐτῶν ἀποθανόντος καὶ αν̣····················· «ἐκ τῆς ματαίας ἀναστροφῆς πατροπαραδότου ··········· οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλ̣ὰ τιμίῳ αἵματι ὡς ἀμώμου ἀμνοῦ», οὗτος δ' ἐστὶν ὁ Χριστός. Α············· ····································· ·ες λαβών, ····································· ἐπιδούς, εἰ῀̣3.169 πεν ····························· ποτήριον ἡ καινὴ διαθήκη ····················· τούτῳ τῷ αἵματι ·························· Χριστοῦ Ἰησοῦ δέσμιοι ····························σ̣κ̣········τος εκει······························κ̣ετ̣α̣ι̣ ω̣·····υξεν, ·····························ς γοῦν ··τεθνηκότος 3.170 ··························· προῆγον εἰς τὴν ἁγίαν ························· δηλονότι τῶν δεσμίων ἐκ τοῦ ······················· αἷμα̣ τῆς διαθήκης. Ὁ θάνατος ··························ς̣ διαθήκης ὑποστάντος ······················· ὡς γράφει ὁ Ἀπόστολος κατὰ ····· «∆ιαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.» 3.171 ·· αὐτίκ̣α γοῦν καὶ Μωϋσῆς ὁ μέγας ἱεροφάντης ··········· λαβὼν τὸ βιβλίον τοῦ νόμου τῆς διαθήκης ····················τος, λαβὼν αἷμα ἱερουργη······················ νεκροῖς εἶπεν· «Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατ̣ο» Κύριος «καὶ διέθετο πρὸς ὑμᾶς». 3.172 ·······················ουτινος θάνατον τὴν σκιώδη ····················μοσχαρίου, τῆς καινῆς ὑπὸ τοῦ ·······················αι βεβαιοῦσθαι, ὡς τὸν Παῦλον ···················· τοῖς τῇ παλαιᾷ διαθήκῃ πεποιθόσιν· «Εἰ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, π̣όσῳ τὸ αἷμα τοῦ Χριστοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι» καὶ ἀληθινῷ. 3.173 Τί δ' ὑπάρξεται καὶ ποία ἀσφάλεια ἔσται τοῖς ἐξαποσταλεῖσιν δεσμίοις τοῦ οὐκ ἔχοντος ὕδωρ λάκκου ἑξῆς δηλοῦται, φάσκοντος τοῦ λόγου· «Καθήσονται ἐν ὀχυρώμασιν», ἐπαινετοῖς δηλονότι, «οἱ δέσμιοι τῆς συναγωγῆς» τῆς ἐνδόξου Ἐκκλησίας, οὐδαμῶς ἔτι «σπίλον ἢ ῥυτίδα» ἐχούσης. Σωτήρια δὲ τὰ φρούρια· ἔνθα καθεδοῦνται διαναπαυόμενοι οἱ δέσμιοι τῆς συναγωγῆς, μετενεχθέντες ἐκ τοῦ ἀνύδρου λάκκου. 3.174 Ἐν τοῖς πρότερον ὁ λόγος ἐφανέρωσεν τίνα τὰ ψεκτὰ ὀχυρώματα ἃ ᾠκοδόμησεν ἡ Τύρος καὶ ἡ Νινευή· τίνα δ' ἐστὶ τὰ νῦν μνημονευόμενα ἐπαινετά, ἐν οἷς φυλάσσονται οἱ μετ' ἀναπαύσεως οἱ δέσμιοι τῆς θείας συναγωγῆς, ἴδωμεν. 3.175 Ἐν τῇ θείᾳ τῶν Παροιμιῶν γραφῇ ἡ εὐλάβεια ὀχύρωμα εἴρηται τῶν ὁσιότητα καὶ δικαιοσύνην κατορθούντων οὕτως· «Ὀχύρωμα ὁσίου φόβος Κυρίου.» Ὁ τῷ φόβῳ τοῦ Θεοῦ σκεπασθείς, ὑπεραναβὰς ταύτην τὴν σκέπην, ὑπ' αὐτοῦ τοῦ Θεοῦ φυλαχθῆναι εὐχόμενος, λέγει πρὸς αὐτὸν δι' εὐχῆς· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με»· καὶ ἔτι ἐν τριακοστῷ καὶ πρώτῳ Ψαλμῷ· «Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με, τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με.» Ἰσοδυναμούντως καὶ ἐν τριακοστῷ Ψαλμῷ ὁ τυχεῖν φρουρᾶς ἀκαταμαχήτου παρακαλῶν· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἶπεν, εἰς τόπον καταφυγῆς τοῦ σῶσαί με.» 3.176 Ἀλλὰ καὶ ὁ τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος τελέσας τε τὸν ἀγαθὸν δρόμον, τηρήσας τε τὴν πίστιν τηρεῖται καὶ αὐτὸς ὑπ' αὐτῆς·