1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

98

ἣν καὶ δεικνὺς ὡς ἔστιν ἀσφαλῶς τετειχισμένη καὶ οὖσαν ἀκαταμάχητον, μετὰ τῶν παραπλησίων χαριστηρίως βοᾷ· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν· θήσει τεῖχος καὶ περίτειχος.» Πῶς γὰρ οὐκ ἀκαταμάχητος ἡ τεῖχος καὶ περίτειχον ἔχουσα πόλις, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἔχουσα μὲν τεῖχος συνιστάμενον ἐκ τοῦ πνευματικοῦ νόμου καὶ τῆς ἀνηγμένης θεωρίας, περίτειχος δέ, ἔξω τοῦ ἀσφαλοῦς τείχου̣ς, τὴν κατὰ ῥητὸν καὶ ἱστορίαν γραφήν. 3.177 Καὶ ἔτι κατὰ διάνοιαν ἄλλην τεῖχος τῆς καλλιπόλεώς ἐστιν ἡ περὶ τῆς Τριάδος πίστις καὶ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὄντος Θεοῦ Λόγου, ἀληθείας τε καὶ Θεοῦ σοφίας, ὄντος περιτείχου καταλλήλως ταύτῃ τῇ νοήσει τοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τοκετοῦ τοῦ ἐκ τῆς ἀπειρογάμου παρθένου Μαρίας. 3.178 ∆υνατὸν εἰπεῖν ὡς τεῖχος μὲν φρουροῦν τὴν Ἐκκλησίαν ἐστὶν τὰ εὐσεβῆ αὐτῆς φρονήματα κατὰ τὰ δόγματα τῆς ἀληθείας, περίτειχον δὲ τὰ ἠθικὰ παιδεύματα καὶ ἡ τῶν ἐντολῶν τήρησις. 3.179 Ῥηθείη καὶ ἑτέρως ὡς τειχίζεται μὲν προηγουμένως ἡ ἐχυρὰ πόλις ἐκ τῆς ἐπιστημονικῆς τῶν νοητῶν καὶ ἀσωμάτων θεωρίας, περίτειχος ἔχουσα τὴν περὶ τῶν αἰσθητῶν γνῶσιν τοῦ φαινομένου κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῆς διοικούσης αὐτὰ θείας προνοίας. 3.180 Ὁ ἐν ταύτῃ τῇ πόλει καὶ τοῖς συγγένεσιν αὐτῇ ἐπαινετοῖς ὀχυρώμασιν καθήμενος, Χριστοῦ δέσμιος ὤν, ἀφόβως διάγει προσδοκῶν διπλασιάζεσθαι ἀνθ' ὧν ἐθλίβη παράκλησιν καὶ παραμυθίαν· ἐπενήνεκται γὰρ πρὸς τὴν εὐεργετηθεῖσαν πληθύν· «Ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταποδώσω σοι», διπλασιαζομένης τῆς παραμυθίας τῆς ἐπὶ τοῖς ὑπάρξασι θλιβηροῖς. 3.181 Αἰσθητὴν εἰκόνα τῆς θεωρίας τὰ κατὰ τὸν ἀνδρειώτατον Ἰὼβ λαβέ. Ὅνπερ γὰρ τρόπον ἐπ' αὐτοῦ ἐδιπλασιάσθη τὰ ἀφαιρεθέντα αὐτοῦ πάντα πρότερον, οὕτως οἱ γυμνασάμενοι τελείως πρὸς εὐσέβειαν «ἐπαγγελίαν ἔχουσιν ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης», οὐ τῆς ἐπικήρου ζωῆς, τῆς ἐλεεινοὺς ποιούσης τοὺς ἐπὶ μόνην αὐτὴν ἠλπικότας, ἀλλὰ τῆς νῦν ὑπαρχθῆναι δυναμένης τοῖς πιστεύουσιν, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον», καὶ πάλιν· «Αὕτη δ' ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκουσίν σε τὸν ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» 3.182 Ὁ ταύτην τὴν ζωὴν ἀπεντεῦθεν ἔχων πολυπλασιαζομένην αὐτὴν σχοίη ὅταν τὸ τέλειον ἔλθῃ καὶ πρόσωπον πρὸς πρόσωπον ὀφθῇ ἡ ἀλήθεια. 3.183 Εἰσαγωγικώτερον δὲ καὶ τόδε ῥηθείη· τοῦ θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος τῇ παραβάσει τοῦ πρώτου ἀνθρώπου, διελύθη ἀπὸ τῆς ψυχῆς τὸ σῶμα· ὡς εἰκὸς δὲ ἐθλίβετο τὸ πολλῷ χρόνῳ συνὸν ἀποβαλοῦσα, ὡς παροικεσίαν ὑπομεῖναι· ἀντὶ ταύτης ἐπὶ μίαν ἡμέραν ὑπαρξάσης, διπλᾶ ὁ Θεὸς ἀνταπέδωκεν ἐγείρας καὶ ἀποδοὺς τῇ ψυχῇ τὸ σῶμα αὐτῆς, ὡς μὴ ἀπειληφέναι μόνον αὐτό, ἀλλὰ καὶ ἀντὶ φθαρτοῦ καὶ ἀτίμου καὶ ἀσθενοῦς καὶ ψυχικοῦ σώματος, ἄφθαρτον, ἰσχυρόν τε καὶ ἐπίτιμον, καὶ αὐτὸ τοῦτο σῶμα πνευματικόν. 3.184 Ὁ προσέχων τῇ ἀναγνώσει τῶν θεοπνεύστων λογίων καὶ ἕτερα πλεῖστα νοήσει εἰς τὸ διπλᾶ ἀνταποδίδοσθαι ὑπὸ τοῦ Θεοῦ τῷ μίαν ἡμέραν μετοικισθέντι. 3.185 Πρὸς ῥητὸν καὶ τόδε ῥηθείη· μετοικισθεὶς ὁ λαὸς εἰς ἐχθροὺς αἰχμαλωσίας νόμῳ οὐ μόνον ἐλυτρώθη, ἀλλὰ καὶ τῶν κρατησάντων ἐκυρίευσεν· οὗ συμβάντος δ̣π̣ῆν θυμηδίαν ἔσχον οἱ πρὸς ὀλίγον κακωθέντες. 3.186Zach. IX, 13-14: ∆ιότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον· ἔπλησα τὸν Ἐφράιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιών, ἐπὶ τὰ τέκνα Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ. Καὶ ἔσται Κύριος ἐπ' αὐτούς. 3.187 Τὸν ἐκ τῆς φυλῆς Ἰούδα ἀνατείλαντα Σωτῆρα, τόξον ἑαυτῷ ἐνέτεινεν ὁ Πατήρ, ἀφ' οὗ ἀπολύει τὰ εἰς σωτηρίαν τιτρώσκοντα βέλη. Καὶ ὅρα γε τὴν διαφοράν· τὸ ὀλοθρευόμενον τόξον τοῦ Ἐφράιμ πολέμιον ὠνόμασται τῷ πολεμίους αὐτῷ χρᾶσθαι. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ περὶ πολεμίων σατανικῶν δυνάμεων καὶ πάντων