1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

98

3ἐκ γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος, πάλιν ὁ προφήτης ἤρετο· 4Τί εἶδον ἐν τῷ οἴκῳ σου; Ἐκείνου δὲ εἰρηκότος πάντα αὐτοὺς καὶ τὰ δῆλα καὶ τὰ κεκρυμμένα ἰδεῖν, εἶπεν ὁ προφήτης· 5Ἄκουσον τὸν λόγον κυρίου Σαβαώθ· 6Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλειφθῇ· εἶπε δὲ ὁ θεὸς 7ὅτι καὶ ἀπὸ τῶν τέκνων σου τῶν ἐξερχομένων ἀπό σου ὧν γεννήσεις λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. ∆ηλοῖ δὲ διὰ τούτων ὡς εὐσέβειαν μὲν καὶ δικαιοσύνην καὶ παιδείαν οὐδεὶς ἀφελέσθαι δυνήσεται, ὁ δὲ πλοῦτος οὐκ ἔστι μόνιμον ἀγαθόν· μεταβατικὴν γὰρ ἔχει τὴν φύσιν καὶ νῦν μὲν τοῦτον νῦν δὲ ἐκεῖνον λαμπρύνει. Ἐπειδὴ τοίνυν ταῦτα ὑπέδειξας καὶ οὐ τὴν ἐμὴν προμήθειάν τε καὶ κηδεμονίαν, εὖ ἴσθι ὡς ταῦτα ὑπὸ τὴν ἐκείνων γενήσεται δεσποτείαν· πρὸς δὲ τούτοις καὶ ἐκ τῶν σῶν ἀπογόνων ἀπαχθήσονται δορυάλωτοι καὶ τῷ Βαβυλωνίων δουλεύσουσι βασιλεῖ. Σπάδοντας δὲ τοὺς εὐνούχους λέγει. 8Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· Ἀγαθὸς ὁ λόγοςκυρίου ὃν ἐλάληςεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Πάντα φησὶ τὰ ὑπὸ τοῦ θεοῦ τῶν ὅλων εἰρη μένα ἀγαθά τε καὶ ὀνησιφόρα· ἔχω γὰρ θυμηδίαν ἀρκοῦσαν ὡς τα.............. |147 b| ...ροὺ ς μὴ θεῶμ αι · διὸ αἰτῶ εἰρήνης τυχεῖν παρὰ πᾶσάν μου τὴν ζωήν, οὐ μόνον δὲ εἰρήνης ἀλ λὰ καὶ δικαιοσύνης· ἀνωφελὴς γὰρ εἰρήνη δικαιοσύνης κεχωρισμένη. Ἐπαινετὸς μὲν οὖν ὁ βασιλεὺς τὴν δικαιοσύνην μετὰ τῆς εἰρήνης αἰτήσας, οὐ βασιλικὴ δὲ ὅμως ἡ αἴτησις· τὸν γὰρ τῶν ὑπηκόων κηδεμόνα πᾶσαν ἐκείνων προσήκει ποιεῖσθαι κηδεμονίαν· ἔδει τοίνυν αὐτὸν καὶ ὑπὲρ τῶν ἐγγόνων, ἐ φ' ὧν ἔμελλεν ἔσεσθαι ἐκεῖνα τὰ σκυθρωπά, προσενεγκεῖν ἱκετείαν τῷ φιλανθρώπῳ δεσπότῃ. Ἡμᾶς <δὲ> προσήκει μήτε ἐπὶ πλούτῳ μήτε ἐπὶ ῥώμῃ μήτε ἐπ' ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων μέγα φρονεῖν ἀλλὰ καὶ πλοῦτον ἔχοντα καὶ σοφίαν καὶ δύναμιν τῷ θεῷ μόνῳ θαρρεῖν τῷ καὶ τούτων δοτῆρι καὶ τὴν παρ' αὐ τοῦ προσμέ νειν ῥοπήν· ᾧ πρέπει δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

12 ΤΟΜΟΣ ΙΒʹ 401Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός. 2Ἱερεῖς λαλήσατε

εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Προηγόρευσεν ἐν τοῖς ἔμπροσθεν ἡρμηνευμένοις τὴν ὑπὸ τῶν Βαβυλωνίων ἐσομένην αἰχμαλωσίαν. Ὁ δὲ βασιλεὺς Ἐζεκίας οὐ προσήνεγκεν ἱκετηρίαν τῷ δεσπότῃ θεῷ οὐδὲ ἠν τι βόλ ησ ε λυθῆναι τὴν ἀπειλὴν ἀλλὰ τῆς οἰκείας σωτηρίας ἐφρόντισε μόνης εἰρηκώς· «Γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.» Τούτου δὴ χάριν ὁ τῶν ὅλων θεὸς τὸν βασιλέα καταλιπὼν τοῖς ἱ ερεῦσι παρακελεύεται παραμυθεῖσθαι τὴν Ἱερουσαλὴμ ὡς ἤδη τῆς ἀπειληθείσης τιμωρίας καταλα β ούσης. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπεί νωσις αὐτῆς. Πέρας καλὸ ν ἔλαβε τὰ τῆς ἀπειλῆς. Λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ἄξιον ἐνταῦθα θαυμάσαι τὴν τοῦ δεσπότου φιλανθρωπίαν· ἀγαθὸς γὰρ ὢν καὶ ἀγαθότητος ἄβυσσος καὶ σφόδρα ἐλάττονα τῆς ἁμαρτίας τιμωρίαν ἐπάγων τὴν σμικρὰν τιμωρίαν διὰ πολλὴν φιλανθρωπίαν διπλασίονα τῆς ἁμαρτίας καλεῖ. Ὅτι δὲ τῆς ἁμαρτίας σφόδρα ἐλάττων ἦν ἡ τιμωρία, μάρτυς ὁ αὐτὸς προφήτης βοῶν· «Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Ἀλλ' ὅμως ἐλέῳ πλείστῳ τὸ δίκαιον κεραννύς, ἣν οἱ τιμωρούμενοι σμικρὰν ἐκάλουν παιδείαν διπλασίονα ὠνόμασεν ὁ κριτής. Εἶτα διδάσκει τοὺς παρακαλοῦντας τῆς ψυχαγωγίας τὸν τρόπον· 3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε διὰ τῆς ἀβάτου τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. Ἡ ἀληθὴς παράκλησις καὶ παραψυχὴ <καὶ> τῶν ἀνθρωπίνων λύσις