1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

99

τῶν ἑτεροδόξων· «Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξῳ, πῶς ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἀσθενήσαντες καὶ ἀνατραπέντες, δηλονότι συντριβέντων τῶν ἀμυντηρίων; Εἴρηται γάρ· «Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.» 3.188 Συντριβόμενα τόξα τὰ ἡγεμονικὰ τῶν μαχίμων ἐστίν, ἀφ' ὧν λόγοι πονηροὶ πέμπονται, ἠκονημένων βελῶν δίκην περὶ ὧν ὁ θεῖός φησιν λόγος· «Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν.» ∆ηλητηρίου γὰρ ἰοῦ πλήρης εἰσὶν οἱ λόγοι τῶν τὴν ψευδώνυμον γνῶσιν ἐπαγγελλομένων, θανατούντων τοὺς παραδεχομένους αὐτούς. 3.189 Οὐ τοιαῦτα δὲ τὰ ἀκόντια τοῦ δυνατοῦ Σωτῆρος, περὶ ὧν ἐν τεσσερακοστῷ καὶ τετάρτῳ Ψαλμῷ λέγεται πρὸς τὸν μακάριον καὶ ἄριστον τοξότην· «Τὰ βέλη σου ἠκονημένα, δυνατέ», ἅπερ ἔρωτα θεῖον ἐμποιεῖ τοῖς βαλλομένοις ὑπ' αὐτῶν, ὡς τὴν θείαν νύμφην μακάριον ἔρωτα σχοῦσαν λέγειν· «Τετρωμένη ἀγάπης εἰμί.» 3.190 Καὶ ὅρα τὸ παράδοξον· ὁ αὐτὸς Σωτὴρ τόξον καὶ τοξότης καὶ βέλος ὑπάρχει. Ἐν μὲν γὰρ τῷ προκειμένῳ προφητικῷ ῥητῷ πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ λέγεται· «Ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον»· ἐν δὲ τῷ Ψαλμῷ οἱ ὑμνοῦντες αὐτὸν λέγουσιν· «Τὰ βέλη σου ἠκονημένα, δυνατέ»· αὐτὸς δὲ περὶ ἑαυτοῦ φησιν ἐν Ἠσαΐᾳ· «Ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέν με.» Πῶς γὰρ οὐκ ἐκλεκτὸν βέλος ὁ κατασκευάζων ἐκλεκτοὺς τοὺς τιτρωσκομένους, κρυπτόμενον ἐν τῇ φαρέτρᾳ ᾗ ἔσχεν ἐκ τῆς Μαρίας σαρκί. 3.191 Ἐνταθέντος τούτου τοῦ θείου τόξου, ἀφ' οὗ ἐντείνεται καὶ ἀπολύεται τὰ πλήττοντα εἰς θεῖον ἔρωτα βέλη, ἐμπίπλαται ὁ Ἐφράιμ, ἀνατρεπόμενος καὶ ἀσθενὴς ἀποδεικνύμενος, κατὰ τὸ λεχθὲν ὑπόγυον ἀπὸ τοῦ Ψαλμοῦ· «Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξον, πῶς ἀπεστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἐπεγείραντος τοῦ μεγάλα χαριζομένου Θεοῦ «τὰ τῆς Σιὼν τέκνα ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων»; 3.192 Ἑλλήνων δὲ γενήματα ἐν τούτοις σημαίνονται οἱ πρεσβεύοντες τὴν ψευδώνυμον γνῶσιν καὶ πάντες οἱ τὴν ἀσέβειαν ἔχοντες, καθ' ἣν τοὺς δυσσεβεῖς λόγους ὀλεθρίων βελῶν δίκην πέμπουσιν κατὰ τῶν μὴ ἀνειληφότων «τὸν τῆς πίστεως θυρεόν». Τέκνα Σιὼν τυγχάνουσιν, ἐπεγειρόμενα ὑπὸ τοῦ βασιλεύοντος αὐτῶν Θεοῦ, οἱ πρεσβεύοντες τὴν ἀλήθειαν. 3.193 Τίς δ' ἡ Σιών, ἡ μήτηρ τῶν ἐπεγειρομένων ὑπὸ Θεοῦ τέκνων, ἢ ἡ μικρῷ πρότερον σαφηνισθεῖσα, ἧς ἡ θυγάτηρ προστάττεται χαίρειν σφοδρῶς καὶ συντόνως ἐπὶ τῇ ἐπιλάμψει τοῦ ἰσχυροῦ καὶ σῴζοντος βασιλέως. 3.194 «Ψηλαφᾷ ὁ Θεὸς τὸν Ἰούδαν οἷα ῥομφαίαν μαχητοῦ», ἀμφοτέρως σωτηρίαν ἐνεργῶν· καθὸ μὲν τόξον ἐνετάθη εἰς μακάριον τιτρώσκων ἔρωτα, καθὸ δὲ στρατηγὸς ἄριστος ὑπάρχων ψηλαφᾷ ῥομφαίαν, μαχητὴς ὤν, ἐπὶ τῷ σφάττειν τοὺς ἀντιπαρατεταγμένους. Γέγραπται καὶ περὶ τούτου ἐν τετάρτῳ καὶ τεσσερακοστῷ Ψαλμῷ· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Πῶς γὰρ οὐχ ὁδηγεῖ θαυμαστῶς ἡ δεξιὰ τὸν περιζωσάμενον ἐπὶ τὸν μηρὸν αὐτοῦ δυνατόν, παραδόξως πλήττοντα τοὺς πληττομένους; 3.195 Αὐτοῦ γοῦν ἔστιν ἀκοῦσαι λέγοντος τοῖς προκαταλαμβανομένοις πρὸς τῆς θείας δυνάμεως αὐτοῦ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.» Τραυματισθέντες γὰρ ὑπὸ τοῦ ταῦτα λέγοντος, ἀποβαλόντες τὴν Αἰθιόπων ζωήν, ἀθανασίαν ἀναλήμψονται, ὡς χαριστηρίως εἰπεῖν· «Ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς», ἐπείπερ πλύναντος ἡμᾶς τοῦ αἰτίου πάντων ἀγαθῶν, λαμπροὶ καὶ λευκοὶ ἀπεδείχθημεν, κατὰ τὸν μετὰ παρρησίας λέγοντα· «Πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» 3.196 Πόθεν δὲ Αἰθίοπες γεγένηνται οἱ πρὸς ἀγαθοῦ τραυματιζόμενοι ἵνα νεκρωθῶσιν τῇ ἀσεβείᾳ, ἢ ἐκ τοῦ διαβόλου γεννήσαντος αὐτοὺς θελήσαντας τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν; Εἴρηται γὰρ